Ancient Greek · ~2 min
Section 2
Agathodaemon, Ἀγαθοδαίμων εἰς τὸν χρησμὸν Ὀρφέως συναγωγὴ καὶ ὑπόμνημα 2
Not analysed yet
Ἴσθι δὲ, Ὄσιρι, ὅτι ὁ χρησμὸς ἀπό τε ξανθώσεως ἤρξατο· παρὰ λοιπὸν τὴν λεύκωσιν, τὴν ξάνθωσιν οὐκ ἄλειπον εἴρηκεν· διὰ τί; ὅτι ὁ ἐρωτὸν περὶ οὗ ἐνεθύμητον ἤκουσεν. Πρὸς γὰρ τὰς διαθέσεις τοῦ νοῦ τὸν χρησμὸν ὑποκρίνονται. Ὁ γοῦν Ὀρφεὺς ἦν ποίησων τὴν λεύκωσιν οἶδε πάντα τὰ παρ᾽ ἑαυτῷ ἑτοίματα ὀργάνῳ ὕδατα καὶ κηροτακίδα, καὶ τὰ μέρη τῆς ξανθώσεως πάσης, λέγω δὴ ὕδατος θείου ἀθίκτου, καὶ τὰ ἄλλα ἕτοιμα :καὶ μόνον μίξει ζητεῖ τοῦ ὐστέρου σκωριδίου.