Ancient Greek
797.6
Agathon, Fragmenta 797.6
Unproofread scanNot analysed yet
τάχ᾿ ἄν τις εἴκός αὐτὸ τοῦτ᾿ εἶναι λέγοι, βροτοῖσι πολλὰ τυγχάνειν οὐκ εἰκότα. Aristot. Rhet. 2, 24 p. 1402 a 10: καὶ ἐν τοῖς ῥητορικοῖς ἐστὶ φαινόμενον ἐνθύμημα παρὰ τὸ μὴ ἀπλῶς εἰκός, ἀλλὰ τι εἰκός. ἔστι δὲ τοῦτο οὐ καθόλου, ὥσπερ καὶ Ἀγάθων λέγει `τάχ᾿ ἄν —εἰκότα`. Aristot. Poet. 18 p. 1456 a 24: ἔστιν δὲ τοῦτο εἰκὸς ὥσπερ Ἀγάθων λέγει· εἰκὸς γὰρ γίνεσθαι πολλά καὶ παρὰ τὸ εἰκός. ibid. c. 25 p. 1461 b 15: εἰκὸς γὰρ καὶ παρὰ τὸ εἰκὸς γίνεσθαι.