Ancient Greek
Dfhg-Source dfhg4_AGLAOSTHENES
(AGATHOSTHENES); AGLAOSTHENES, Fragmenta 2
Not analysed yet
Ἀγλαοσθένης δέ φησιν ἐν τοῖς Ναξιακοῖς, γενόμενον τὸν Δία ἐν Κρήτῃ καὶ κατὰ κράτος ζητούμενον, ἐκεῖθεν ἐκκλαπῆναι καὶ ἀχθῆναι εἰς Νάξον· ἐκτραφέντα δὲ καὶ γενόμενον ἐν ἡλικίᾳ τὴν τῶν θεῶν βασιλείαν κατασχεῖν· ἐξορμῶντος δὲ ἐκ τῆς Νάξου ἐπὶ τοὺς Τιτᾶνας, (καὶ) ἀετὸν αὐτῷ φανῆναι συνιόντα, τὸν δὲ οἰωνισάμενον ἱερὸν αὐτὸν ποιήσασθαι κατηστερισμένον· καὶ διὰ τοῦτο τῆς ἐν οὐρανῷ τιμῆς ἀξιωθῆναι.