Ancient Greek · ~2 min
6 to 7
(AGATHOSTHENES); AGLAOSTHENES, Fragmenta 6-7
Not analysed yet
Κρᾶθις, ποταμὸς Ἰταλίας τῶν λουομένων πυρσαίνων τὰς χαίτας, καθάπερ Ἰσίγονος ὁ ἱστορικός φησι, Σωτίων τε καὶ Ἀγαθοσθένης οἱ φιλόσοφοι. Ἄλλοι δὲ τὴν Ἄορνον, Σωτίων τε καὶ Ἀγαθοσθένης καὶ Δίων καὶ οἱ λοιποὶ τῶν ἱστορικῶν, οὐ λίμνην οὐδὲ πέτραν φασὶ, στόμιον δέ τι περὶ τὴν Ἀδιαβηνὴν, ὅπερ στόμιον ὄρνεον ὑπερπετᾶσθαι οὐ δύναται· ἀπὸ γὰρ τῆς ἐκεῖθεν ἀναφερομένης ἀναθυμιάσεως τελευτᾷ καὶ πᾶν ζῷον ἄλογον.