Ancient Greek · ~21 min
Chapter 10
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 10.1
Not analysed yet
Ἑξῆς δὲ περὶ τῆς τρίτης ἀρχῆς ποιητέον τὸν λόγον, ἥν μικροῦ δεῖν καὶ ἄρρητον ἡγεῖται ὁ Πλάτων· ἐπαχθείημεν δ᾽ ἂν περὶ αὐτῆς τοῦτον τὸν τρόπον. εἰ ἔστι νοητά, ταῦτα δὲ οὔτε αἰσθητὰ οὔτε μετούσια τῶν αἰσθητῶν, ἀλλὰ πρώτωντινῶν τῶν νοητῶν, ἔστι πρῶτα νοητὰ ἁπλᾶ, ὡς καὶ πρῶτα αἰσθητά· τὸ δ᾽ ἡγούμενον, τὸ ἄρα λῆγον. ἄνθρωποι μὲν δὴ ἅτε τοῦ τῆς αἰσθήσεως πάθους ἐμπιπλάμενοι, ὥστε καὶ ὁπότε νοεῖν προαιροῖντο τὸ νοητόν, ἐμφανταζόμενον ἔχειν τὸ αἰσθητόν, ὡς καὶ μέγεθος συνεπινοεῖν καὶ σχῆμα καὶ χρῶμα πολλάκις, οὐ καθαρῶς τὰ νοητὰ νοοῦσι, θεοὶ δὲ ἀπηλλαγμένως τῶν αἰσθητῶν εἱλικρινῶς τε καὶ ἀμιγῶς. ἐπεὶ δὲ ψυχῆς νοῦς ἀμείνων νοῦ δὲ τοῦ ἐν δυνάμει ὁ κατ᾽ ἐνέργειαν πάντα νοῶν καὶ ἅμα καὶ ἀεί, τούτου δὲ καλλίων ὁ αἴτιος τούτου καὶ ὅπερ ἂν ἔτι ἀνωτέρω τούτων ὑφέστηκεν, οὗτος ἂν εἴη ὁ πρῶτος θεός, αἴτιος ὑπάρχων τοῦ ἀεὶ ἐνεργεῖν τῷ νῷ τοῦ σύμπαντος οὐρανοῦ. ἐνεγεῖ δὲ ἀκίνητος αὐτὸς ὤν εἰς τοῦτον, ὡς καὶ ὁ ἥλιος εἰς τὴν ὅρασιν, ὅταν αὐτῷ προσβλέπῃ, καὶ ὡς τὸ ὀρεκτὸν κινεῖ τὴν ὄρεξιν ἀκίνητον ὑπτάρχον· οὕτω γε δὴ καὶ οὗτος ὁ νοῦς κινήσει τὸν νοῦν τοῦ σύμπαντος οὐρανοῦ. ἐπεὶ δὲ ὁ πρῶτος νοῦς κάλαλιστος, δεῖ καὶ κάλλιστον αὐτῷ νοητὸν ὑποκεῖσθαι, οὐδὲν δὲ αὐτοῦ κάλλιον· ἑαυτὸν ἂν οὖν καὶ τὰ ἑαυτοῦ νοήματα ἀεὶ νοοίη, καὶ αὕτη ἡ ἐνέργεια αὐτοῦ ἰδέα ὑπάρχει. καὶ μὴν ὁ πρῶτος θεὸς ἀΐδιός ἐστιν, ἄρρητος, αὐτοτελὴς τουτέστιν ἀπροσδεής, ἀειτελὴς τουτέστιν ἀεὶ τέλειος, παντελὴς τουτέστι πάντη τέλειος· θειότης, οὐσιότης, ἀλήθεια, συμμετρία, ἀγαθόν. λέγω δὲ οὐχ ὡς ὁρίζων ταῦτα, ἀλλ᾽ ὡς κατὰ πάντα ἑνὸς νοουμένου. καὶ ἀγαθὸν μέν ἐστι, διότι πάντα εἰς δύναμιν εὐεργετεῖ, παντὸς ἀγαθοῦ αἴτιος ὤν· καλὸν δὲ, ὅτι αὐτοῦ τὸ σχῆμα φύσει τέλεόν ἐστι καὶ σύμμετρον· ἀλήθεια δέ. διότι πάσης ἀληθείας ἀρχὴ ὑπάρχει, ὡς ὁ ἥλιος παντὸς φωτός· πατὴρ δέ ἐστι τῷ αἴτιος εἶναι πάντων καὶ κοσμεῖν τὸν οὐράνιον νοῦν καὶ τὴν ψυχὴν τοῦ κόσμου πρὸς ἑαυτὸν καὶ πρὸς τὰς ἑαυτοῦ νοήσεις. κατὰ γὰρ τὴν ἑαυτοῦ βούλησιν ἐμπέπληκε πάντα ἑαυτοῦ, τὴν ψυχὴν τοῦ κόσμου ἐπεγείρας καὶ εἰς ἑαυτὸν ἐπιστρέψας, τοῦ νοῦ αὐτῆς αἴτιος ὑπάρχων· ὅς κοσμηθεὶς ὑπὸ τοῦ πατρὸς διακοσμεῖ σύμπασαν φύσιν ἐν τῷδε τῷ κόσμῳ ἄρρητος δ᾽ ἔστι καὶ τῷ νῷ μόνῳ ληπτός, ὡς εἴρηται, ἐπεὶ οὔτε γένος ἐστὶν οὔτε εἶδος οὔτε διαφορά, ἀλλ᾽ οὐδὲ συμβέβηκέ τι αὐτῷ, οὔτε κακόν· οὐ γὰρ θέμις τοῦτο εἰπεῖν· οὔτε ἀγαθόν· κατὰ μετοχὴν γάρ τινος ἔσται οὗτος καὶ μάλιστα ἀγαθότητος· οὔτε διαφορά· οὐδὲ γὰρ τοῦτο κατὰ τὴν ἔννοιαν αὐτοῦ· οὔτε ποιόν· οὐ γὰρ ποιωθέν ἐστι καὶ ὑπὸ ποιότητος τοιοῦτον ἀποτετελεσμένον· οὔτε ἄποιον· οὐ γὰρ ἐστέρηταί τινος ἐπιβάλλοντος αὐτῷ ποιοῦ· οὔτε μέρος τινός, οὔτε ὡς ὅλον ἔχον τινὰ μέρη, οὔτε ὥστε ταὐτόν τι εἶναι ἢ ἕτερον· οὐδὲν γὰρ αὐτῷ συμβέβηκε, καθ᾽ ὃ δύναται τῶν ἄλλων χωρισθῆναι· οὔτε κινεῖ οὔτε κινεῖται. ἔσται δὴ πρώτη μὲν αὐτοῦ νόησις ἡ κατὰ ἀφαίρεσιν τούτων, ὅπως καὶ σημεῖον ἐνοήσαμεν κατὰ ἀφαίρεσιν ἀπὸ τοῦ αἰσθητοῦ, ἐπιφάνειαν νοήσαντες, εἶτα γραμμήν, καὶ τελευταῖον τὸ σημεῖον. δευτέρα δέ ἐστιν αὐτοῦ νόησις ἡ κατὰ ἀναλογίαν οὕτω πως· ὅν γὰρ ἔχει λόγου ὁ ἥλιος πρὸς τὴν ὅρασιν καὶ τὰ ὁρώμενα, οὐκ ὤν αὐτὸς ὄψις, παρέχων δὲ τῇ μὲν τὸ ὁρᾷν, τοῖς δὲ τὸ ὁρᾶσθαι, τοῦτον ἔχει τὸν λόγον ὁ πρῶτος νοῦς πρὸς τὴν ἐν τῇ ψυχῇ νόησιν καὶ τὰ νοούμενα· οὐ γὰρ ὤν ὅπερ ἐστὶν ἡ νόησις, παρέχει αὐτῇ τὸ νοεῖν καὶ τοῖς νοητοῖς τὸ νοεῖσθαι, φωτίζων τὴν περὶ αὐτὰ ἀλήθειαν. τρίτη δὲ νόησις τοιαύτη τις ἂν εἴη· θεωρῶν γάρ τις τὸ ἐπὶ τοῖς σώμασι καλὸν μετὰ τοῦτο μέτεισιν ἐπὶ τὸ τῆς ψυχῆς κάλλος, εἶτα τὸ ἐν ἐπιτηδεύμασι καὶ νόμοις, εἶτα ἐπὶ τὸ πολὺ πέλαγος τοῦ καλοῦ, μεθ᾽ ὃ αὐτὸ τὸ ἀγαθὸν νοεῖ καὶ τὸ ἐραστὸν καὶ ἐφετὸν ὥσπερ φῶς φανὲν καὶ οἷον ἐκλάμψαν τῇ ότως ἀνιούσῃ ψυχῇ· τούτῳ δὲ καὶ θεὸν συνεπινοεῖ διὰ τὴν ἐν τῷ τιμίῳ ὑπεροχήν. ἀμερῆ τε διὰ τὸ μὴ εἶναι πρότερόν τι αὐτοῦ· τὸ γὰρ μέρος καὶ τὸ ἐξ οὗ πρότερον ὑπάρχει τούτου, οὗ μέρος· καὶ γὰρ τὸ ἐπίπεδον πρότερον ἢ τὸ σῶμα, καὶ ἡ γραμμὴ πρότερον ἢ τὸ ἐπίπεδον· μέρη γε μὴν οὐκ ἔχων ἀκίνητος ἂν εἴη κατὰ τόπον καὶ ἀλλοίωσιν. εἰ γὰρ ἀλλοιωθήσεται, ἢ ὑφ᾽ αὑτοῦ ἢ ὑφ᾽ ἑτέρου· εἰ μὲν οὖν ὑφ᾽ ἑτέρου, ἐκεῖνο αὐτοῦ ἰσχυότον ἔσται, εἰ δ᾽ ὑφ’ ἑαυτοῦ, ἤτοι ἐπὶ τὸ χεῖρον ἀλλοιωθείη ἂν ἢ ἐπὶ τὸ βέλτιον· ἄμφω δὲ ̓ἄτοπα· ἐξ ὧν ἁπάντων ἀναφαίνεται καὶ τὸ ἀσώματον αὐτὸ εἶναι· ὅπερ κἀκ τούτων ἀποδεχθήσεται. εἰ γὰρ σῶμα ὁ θεός, ἐξ ὕλης ἂν εἴη καὶ εἴδους· διὰ τὸ πᾶν σῶμα συνδύασμά τι εἶναι ἔκ τε ὕλης καὶ τοῦ σὺν αὐτῇ εἴδους, ὅπερ ἐξομοιοῦται ταῖς ἰδέαις καὶ μετέχει αὐτῶν δύσραστον δή τινα τρόπον· ἄτοπον δὲ τὸν θεὸν ἐξ ὕλης εἶναι καὶ εἴδους· οὐ γὰρ ἔσται ἁπλοῦς οὐδὲ ἀρχικός· ὥστε ἀσώματος ἂν εἴη ὁ θεός. καὶ αὐτόθεν δέ· εἰ σῶμά ἐστιν, ἐξ ὕλης ἂν ὐπάρι· ἢ πῦρ ἂν οὖν εἴη ἢ ὕδωρ ἢ γῆ ἢ ἀὴρ ἢ τι ἐκ τούτων· ἀλλ᾽ ἕκαστόν γε τούτων οὐκ ἀρχικόν. καὶ ἄλλως δὲ ὕστερον γενήσεται τῆς ὕλης, εἰ ἐξ ὕλης ὑπάρχοι· ὧν ἀτόπων ὄντωνἀσώματον αὐτὸν ὑποληπτέον· καὶ γάρ, εἰ σῶμά ἐστι, καὶ φθαρτὸς ἔσται καὶ γεννητὸς καὶ μεταβλητός· ἕκαστον δὲ τούτων ἄτοπον ἐπ᾽ αὐτοῦ.