Ancient Greek · ~9 min
Chapter 9
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 9
Not analysed yet
Ἀρχικὸν δὲ λόγον ἐπεχούσης τῆς ὕλης ἔτι καὶ ἄλλας ἀρχὰς παραλαμβάνει, τήν τε παραδειγματικήν, τουτέστι τὴν τῶν ἰδεῶν, καὶ τὴν τοῦ πατρὸς καὶ αἰτίου πάντων θεοῦ. ἔστι δὲ ἡ ἰδέα ὡς μὲν πρὸς θεὸν νόησις αὐτοῦ, ὡς δὲ πρὸς ἡμᾶς νοητὸν πρῶτον, ὡς δὲ πρὸς τὴν ὕλην μέτρον, ὡς δὲ πρὸς τὸν αἰσθητὸν κόσμον παράδειγμα, ὡς δὲ πρὸς αὑτὴν ἐξεταζομένῃ οὐσία. καθόλου γὰρ πᾶν τὸ γινόμενον κατ᾽ ἐπίνοιαν πρός τι ὀφείλει γίνεσθαι, οὗ ὥσπερ εἰ ἀπό τινός τι γένοιτο, ὡς ἀπ᾽ ἐμοῦ ἡ ἐμὴ εἰκών, δεῖ τὸ παράδειγμα προυποκεῖσθαι· εἴτε καὶ μὴ εἴη ἔξω τὸ παράδειγμα παντί, πάντως ἕκαστος ἐν αὑτῷ τὸ παράδειγμα ἴσχων τῶν τεχνιτῶν τὴν τούτου μορφὴν τῇ ὕλῃ περιτίθησιν. ὁρίζονται δὲ τὴν ἰδέαν παράδειγμα τῶν κατὰ φύσιν αἰώνιον. οὔτε γὰρ τοῖς πλείστοις τῶν ἀπὸ Πλάτωνος ἀρέσκει τῶν τεχνικῶν εἶναι ἰδέας, οἷον ἀσπίδος ἢ λύρας, οὔτε μὴν τῶν παρὰ φύσιν, οἷον πυρετοῦ καὶ χολέρας, οὔτε τῶν κατὰ μέρος, οἷον Σωκράτους καὶ Πλάτωνος, ἀλλ᾽ οὐδὲ τῶν εὐτελῶν τινός, οἷον ῥύπου καὶ κάρφους, οὔτε τῶν πρός τι, οἷον μείζονος καὶ ὑπερέχοντος· εἶναι γὰρ τὰς ἰδέας νοήσεις θεοῦ αἰωνίονς τε καὶ αὐτοτελεῖς. ὅτι δὲ εἰσὶν αἱ ἰδέαι, καὶ οὕτω παραμυθοῦνται. εἴτε γὰρ νοῦς ὁ θεὸς ὑπάρχει εἴτε νοερόν, ἔστιν αὐτῷ νοήματα, καὶ ταῦτα αἰώνιά τε καὶ ἄτρεπτα, εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· καὶ γὰρ εἰ ἄμετρος ὑπάρχει ἡ ὕλη κατὰ τὸν ἑαυτῆς λόγον, παρ᾽ ἑτέρου τινὸς κρείττονος, τοῦ ἀύλου, τῶν μέτρων ὀφείλει τυγχάνειν· τὸ δὲ ἡγούμενον, τὸ ἄρα λῆγον· εἰ δὲ το͂το, εἰσὶν αἱ ἰδέαι μέτρα τινὰ ἄυλα ὑπάρχουσαι. ἔτι γε μὴν εἰ ὁ κόσμος μὴ ἐκ ταὐτομάτου τοιοῦτός ἐστιν, οὐ μόνον ἔκ τινός ἐστι γεγονώς, ἀλλὰ καὶ ὑπό τινος, καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ πρός τι· τὸ δὲ πρὸς ὃ γέγονε τί ἂν ἄλλο ἢ ἰδέα; ὥστε εἶεν ἂν αἱ ἰδέαι. ἀλλὰ μὴν καὶ εἰ νοῦς διαφέρει δόξης ἀληθοῦς, καὶ τὸ νοητὸν ἦν τοῦ δοξαστοῦ διαφέρον· εἰ δὲοῦτο, ἔστι νοητὰ ἕτερα τῶν δοξαστῶν· ὥστε εἴη ἂν καὶ πρῶτα νοητά, ὡς καὶ πρῶτα αἰσθητά· εἰ δὲ τοῦτο, εἰσὶν αἱ ἰδέαι· ἀλλὰ μὴν διαφέρει νοῦς δόξης ἀληθοῦς· ὥστε εἶεν ἂν αἱ ἰδέαι.