Ancient Greek · ~5 min
Chapter 18
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 18
Not analysed yet
Ἱδρύσαντες δὲ περὶ τὸ πρόσωπον τὰ φωσφόρα ὄμματα καθεῖρξαν ἐν αὐτοῖς τοῦ πυρὸς τὸ φωτοειδές, ὅπερ λεῖον ὑπάρχον καὶ πυκνὸν ἀδελφὸν ᾤοντο εἶναι τοῦ μεθημερινοῦ φωτός. τοῦτο δὴ ῥᾷστα δι᾽ ὅλων μὲν τῶν ὀφθαλμῶν, μάλιστα δὲ κατὰ τὸ μέσον αὐτῶν διεκθεῖ, τὸ καθαρώτατόν τε καὶ εἱλικρινέστατον· ὃ γινόμενον συμπαθὲς τῷ ἔξωθεν, ὅμοιον ὁμοίῳ, ὁρατικὴν αἴσθησιν παρέχεται· ὅθεν καὶ τοῦ φωτὸς νύκτωραπιόντος ἢ σκοτωθέντος οὐκέτι προσφύεται τὸ ἀφ᾽ ἡμῶν ῥεῦμα τῷ πλησίον ἀέρι, συνεχόμενον δὲ ἐντὸς ὁμαλύνει τε καὶ διαχεῖ τὰς ἐν ἡμῖν κινήσεις, ἐπαγωγὸν ὕπνου γινόμενον, παρ᾽ ὃ καὶ μύει τὰ βλέφαρα. πολλῆς μὲν δὴ ἡσυχίας γινομένης βραχυόνειροι ὕπνοι ἐμπίπτουσιν, ὑπολειφθεισῶν δέ τινων κινήσεων φαντάσματα συχνὰ γίνεται περὶ ἡμᾶς· καὶ τὰς μὲν ὕπαρ τε καὶ ὄναρ κατ᾽ εὐθυωρίαν γινομένας φαντασίας ὡδὶ συνίστασθαι· ταύταις δὲ ἑπομένως καὶ τὰς κατὰ τῶν κατόπτρων εἰδωλοποιΐας καὶ τῶν ἄλλων ὅσα διαφανῆ καὶ λεῖα οὐκ ἄλλως ἢ κατὰ ἀνάκλασιν συντελεῖσθαι, ὡς ἂν ἔχῃ τὸ κάτοπτρον κυρότητος ἢ κοιλότητος ̀· διάφοροι γὰρ ἔσονται φαντασίαι, ἀνταπωθουμένων τῶν φώτων πρὸς τὰ μέρη τὰ ἕτερα, ἀπολισθαινόντων μὲν τῆς κυρτότητος, εἰς δὲ τὴν κοιλότητα συνιόντων. οὕτω γὰρ ἐφ᾽ ὧν μὲν ἐξ ἐναντίων τὸ λαιὸν καὶ τὸ δεξιὸν ̔ραται, ἐφ᾽ ὧν δὲ κατὰ ἴσον, ἐφ᾽ ὧν δὲ τὰ κάτω πρὸς τὰ ἄνω καὶ ἔμπαλιν μεταπίπτει.