Ancient Greek
Chapter 26
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 26
Not analysed yet
Περὶ δὲ εἱμαρμένης τοιαῦτά τινα τῷ ἀνδρὶ ἀρέσκει. πάντα μέν φησιν ἐν εἱμαρμένῃ εἶναι, οὐ μὴν πάντα καθειμάρθα. ἡ γὰρ εἱμαρμένη νόμου τάξιν ἐπέχουσα οὐχ οἷον λέγει, διότι ὁ μὲν τάδε ποιήσει, ὁ δὲ τάδε πείσεται· εἰς ἄπειρον γὰρ τοῦτο, ἀπείρων μὲν ὄντων τῶν γεννωμένων, ἀπείρων δὲ τῶν περὶ αὐτοὺς συμβαινόντων· ἐπεὶ καὶ τὸ ἐφ᾽ ἡμῖν οἰχήσεται καὶ ἔπαινοι καὶ ψόγοι καὶ πᾶν τὸ τούτοις παραπλήσιον· ἀλλὰ διότι ἥτις ἂν ἕληται ψυχὴ τοιοῦτον βίον καὶ τάδε τινὰ πράξει, τάδε τινὰ αὐτῇ ἕψεται. ἀδέσποτον οὖν ἡ ψυχὴ καὶ ἐπ᾽ αὐτῇ μὲν τὸ πρᾶξαι ἢ μή, καὶ οὐ κατηνάγκασται τοῦτο, τὸ δὲ ἑπόμενον τῇ πράξει καθ᾽ εἱμαρμένην συντελεσθήσεται· οἷον τῷ· Πάρις ἁρπάσει τὴν Ἑλένην, ἐπ᾽ αὐτῷ ὄντι, ἀκολουθήσει τό· πολεμήσόυσι περὶ τῆς Ἑλένης οἱ Ἕλληνες. οὕτω γὰρ καὶ ὁ Ἀπόλλων τῷ Λαΐῳ προεῖπεν· εἰ γὰρ τεκνώσεις παῖδ᾽, ἀποκτενεῖ σ᾽ ὁ φύς· ἐν τῷ θεσμῷ δὴ περιέχεται μὲν καὶ ὁ Λάϊος καὶ τὸ φῦσαι αὐτὸν παῖδα, καθείμαρται δὲ τὸ ἑπόμενον. ἡ δὲ τοῦ δυνατοῦ φύσις πέπτωκε μέν πως μεταξὺ τοῦ τε ἀληθοῦς καί τοῦ ψεύδους, ἀορίστῳ δὲ ὄντι αὐτῷ τῇ φύσει ὥσπερ ἐποχεῖται τὸ ἐφ᾽ ἡμῖν· ὃ δ᾽ ἂν ἑλομένων ἡμῶν γένηται, τοῦτο ἔσται ἢ ἀληθὲς ἢ ψεῦδος· τὸ δὲ δυνάμει τοῦ καθ᾽ ἕξιν καὶ κατ᾽ ἐνέργειαν λεγομένου διήνεγκε. τὸ μὲν γὰρ δυνάμει ἐπιτηδειότητά τινα ἀποσημαίνει πρός τινα οὔπω τὴν ἕξιν ἔχοντα· ὡς ὁ παῖς δυνάμει ῥηθήσεται καὶ γραμματικὸς καὶ αὐλητὴς καὶ τέκτων, ἔσται δὲ τὸ τηνικάδε ἐν ἕξει ἑνός τινος ἢ δυοῖν τούτων, ὁπόταν μάθῃ καὶ κτήσηταί τινα τῶν ἕξεων· κατ᾽ ἐνέργειαν δὲ ὁπόταν ἐνεργῇ ἀπὸ τῆς ἕξεως ἐκείνης, ἣν κέκτηται· τὸ δὲ δυνατὸν οὐδὲν ούτων,ἀορισταῖνον δὲ τῷ ἐφ᾽ ἡμῖν κατὰ τὴν ἐφ᾽ ὁπότερον ῥοπὴν λαμβάνει τὸ ἀληθεύειν ἢ μή.