Ancient Greek
Chapter 4
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 4.1
Not analysed yet
Ἐπεὶ οὖν ἐστί τι τὸ κρῖνον, ἔστι δὲ καὶ τὸ κρινόμενον, εἴη ἄν τι καὶ τὸ ἐκ τούτων ἀποτελούμενον, ὅπερ εἴποι ἄν τις κρίσιν. κυρίως μὲν δὴ τὴν κρίσιν ὀνομάσαι ἄν τις κριτήριον, κοινότερον δὲ καὶ τὸ κρῖνον· τοῦτο δ᾽ ἐστὶ διττόν, τὸ μὲν ὐφ᾽ οὗ κρίνεται τὸ κρινόμενον, τὸ δὲ δι᾽ οὗ, ὧν τὸ μὲν εἴη ἂν ὁ ἐν ἡμῖν νοῦς, τὸ δὲ δι᾽ οὗ ὄργανον φυσικὸν κριτικὸν προηγουμένως μὲν τῶν ἀληθῶν, ἑπομένως δὲ καὶ τῶν ψευδῶν· τοῦτο δὲ οὐκ ἄλλο τί ἐστιν ἢ λόγος φυσικός. σαφέστερον δ᾽ ἐπιόντων κριτὴς μὲν ἂν λέγοιτο ὁ φιλόσοφος, ὑφ᾽ οὗ τὰ πράγματα κρίνεται, κριτὴς δὲ καὶ ὁ λόγος, δἱ᾽ οὕ τὸ ἀληθὲς κρίνεται, ὃ καὶ ὄργανον ἔφαμεν εἶναι. διττὸς δ᾽ ἐστὶν ὁ λόγος· ὁ μὲν γάρ ἐστι παντελῶς ἄληπτός τε καὶ ἀτρεκής, ὁ δὲ κατὰ τὴν τῶν πραγμάτων γνῶσιν ἀδιάψευστος, τούτων δὲ ὁ μὲν πρότερος θεῷ δυνατός, ἀνθρώπῳ δὲ ἀδύνατος, ὁ δὲ δεύτερος καὶ ἀνθρώπῳ δυνατός. διττὸς δὲ καὶ οὗτος, ὁ μὲν περὶ τὰ νοητά, ὁ δὲ περὶ τὰ αἰσθητά· ὧν ὁ μὲν περὶ τὰ νοητὰ ἐπιστήμη τέ ἐστι καὶ ἐπιστημονικὸς λόγος, ὁ δὲ περὶ τὰ αἰσθητὰ δοξαστικός τε καὶ δόξα. ὅθεν ὁ μὲν ἐπιστημονικὸς τὸ βέβαιον ἔχει καὶ μόνιμον, ἅτε περὶ τῶν βεβαίων καὶ μονίμων ὑπάρχων, ὁ δὲ πιθανὸς καὶ δοξαστικὸς πολὺ τὸ εἰκὸς διὰ τὸ μὴ περὶ τὰ μόνιμα εἶναι. ἐπιστήμης δὲ τῆς περὶ τὰ νοητὰ καὶ δόξης τῆς περὶ τὰ αἰσθητὰ ἀρχαὶ νόησίς τε καὶ αἴσθησις. ἡ μὲν οὖν αἴσθησίς ἐστι πάθος ψυχῆς διὰ σώματος ἀπαγγελτικὸν προηγουμένως τῆς πεπονθυίας δυνάμεως· ὁπόταν δὲ ἐν τῇ ψυχῇ διὰ τῶν αἰσθητηρίων κατὰ τὴν αἴσθησιν τύπος ἐγγένηται, ὅπερ ἐστὶν αἴσθῃ σις, ἔπειτα οὗτος μὴ διὰ χρόνου πλῆθος ἐξίτηλος γένηται, αλλ ἔμμονος καὶ σωζόμενος, ἡ τούτου σωτηρία μνήμη καλεῖται. δόξα δέ ἐστι συμπλοκὴ μνήμης καὶ αἰσθήσεως. ὁπόταν γὰρ ἐντύχωμεν αἰσθητῷ τινὶ πρῶτον καὶ ἀπ᾽ αὐτοῦ αἴσθησις ἡμῖν γένηται καὶ ἀπὸ ταύτης μνήμη, ἔπειτα ἐντύχωμεν τῷ αὐτῷ πάλιν αἰσθητῷ, τὴν προυποκειμένην μνήμην συντίθεμεν τῇ ἐκδετέρουγενομένῃ αἰσθήσει καὶ ἐν ἑαυτοῖς λέγομεν φέρε Σωκράτης, ἵππος, πῦρ, καὶ ὅσα τοιαῦτα· καὶ τοῦτο καλεῖται δόξα, συνθέντων ἡμῶν τὴν προυποκειμένην μνήμην τῇ νεωστὶ γενομένηαἰσθήσει· καὶ ὅταν μὲν συμφωνήσῃ ταῦτα κατ᾽ ἄλληλα γενόμενα, ἀληθὴς γίνεται δόξα, ὅταν δὲ παραλλάξη, ψευδής. ἂν γὰρ ἔχων τις μνήμην Σωκράτους ἐντυχὼν Πλάτωνι οἰηθῇ κατά τινα ὁμοιότητα Σωκράτει πάλιν ἐντυγχάνειν, ἔπειτα τὴν ἀπὸ Πλάτωνος αἴσθησιν ὡς ἀπὸ Σωκράτους λαβὼν συνθείη ᾗ ἔχει περὶ Σωκράτους μνήμῃ, ψευδὴς γίνεται δόξα· ἐν ᾧ δὲ γίνεται ἡ μνήμῃ καὶ ἡ αἴσθησις, τοῦτο κηρίνῳ ἐκμαγείῳ ὁ Πλάτων ἀπεικάζει. ὅταν δὲ τὰ δοξασθέντα ἐξ αἰσθήσεως καὶ μνήμης ἀναπλάσασα ἡ ψυχὴ τῇ διανοίᾳ ἀποβλέπῃ εἰς ταῦτα ὥσπερ εἰς ἐκεῖνα, ἀφ᾽ ὧν ἐγένετο, ἀναζωγράφησιν τὸ τοιοῦτο ὁ Πλάτωι καλεῖ, ἐσθ᾽ ὅτε δὲ καὶ φαντασίαν· τὴν δὲ διάνοιάν φησι τὸν αὐτῆς τῆς ψυχῆς πρὸς αὑτὴν διάλογον, λόγον δὲ τὸ ἀπ᾽ ἐκείνῆς ῥεῦμα διὰ τοῦ στόματος χωροῦν μετὰ φθόγγου. νόησις δέ ἐστι νοῦ ἐνέργεια θεωροῦντος τὰ πρῶτα νοητά· αὕτη διττὴ ἔοικεν εἶναι, ἡ μὲν πρὸ τοῦ ἐν τῷδε τῷ σώματι γενέσθαι τὴν ψυχήν, θεωρούσης αὐτῆς τὰ νοητά, ἡ δὲ μετὰ τὸ ἐμβιβασθῆναι εἰς τόδε τὸ σῶμα· τούτων δὲ ἡ μὲν πρὸ τοῦ ἐν σώματι γενέσθαι τὴν ψυχὴν αὐτὸ τοῦτο νόησις ἐκαλεῖτο, γενομένης δ᾽ αὐτῆς ἐν τῷ σώματι ἡ τότε λεγομένη νόησις νῦν ἐλέχθη φυσικὴ ἔννοια, νόησίς τις οὖσα ἐναποκειμένη τῇ ψύχῇ. ὅταν οὖν φῶμεν τὴν νόησιν ἀρχὴν εἶναι τοῦ ἐπιστημονικοῦ λόγου, οὐχὶ τὴν νῦνλεομένην φαμέν, ἀλλὰ τὴν ̔ὅτε χωρὶς τοῦ σώματος ἠν ἡ ψυχή, ἥτις, ὡς ἔφαμεν, τότε μὲν νόησις ἐλέγετο, νῦν δὲ φυσικὴ ἔνια, καλεῖται δὲ ὑπ᾽ αὐτοῦ ἡ φυσικὴ ἔννοια καὶ ἐπιστήμη ἁπλῆ καὶ πτέρωμα ψυχῆς, ἔσθ᾽ ὅτε δὲ καὶ μνήμη. ἐκ δὲ τούτων ἁπλῶν οὐσῶν ἐπιστημῶν ὁ φυσικὸς καὶ ἐπιστημονικὸς συνέστηκε λόγος, φύσει ἐνυπάρχων· οὐκοῦν ὄντος καὶ ἐπιστημονικοῦ λόγου καὶ δυξαστικοῦ, οὔσης δὲ καὶ νοήσεως καὶ αἰσθήσεως, ἔστι καὶ τὰ τούτοις ὑποπίπτοντα, οἷον τὰ νοητὰ καὶ αἰσθητά· καὶ ἐπεὶ τῶν νοητῶν τὰ μὲν πρῶτα ὑπάρχει, ὡς αἱ ἰδέαι, τὰ δὲ δεύτερα, ὡς τὰ εἴδη τὰ ἐπὶ τῇ ὕλῃ ἀχώριστα ὄντα τῆς ὕλης, καὶ νόησις ἔσται διττή, ἡ μὲν τῶν πρώτων, ἡ δὲ τῶν δευτέρων. καὶ πάλιν ἐπεὶ τῶν αἰσθητῶν ἐστὶ τὰ μὲν πρῶτα, ὡς αἱ ποιότητες, οἷον χρῶμα λευκότης, τὰ δὲ κατὰ συμβεβηκός, οἷον τὸ λευκὸν τὸ κεχρωσμένον, μετὰ δὲ ταῦτα τὸ ἄθροισμα, οἷον πῦρ, μέλι, οὕτω δὴ καὶ αἴσθησις ἡ μέν τις ἔσται τῶν πρώτων πρώτη λεγομένη, ἡ δὲ τῶν δευτέρων δευτέρα. τὰ μὲν δὴ πρῶτα νοητὰ νόησις κρίνει οὐκ ἄνευ τοῦ ἐπιστημονικοῦ λόγου, περιλήψει τινὶ καὶ οὐ διεξόδῳ, τὰ δὲ δεύτερα ὁ ἐπιστημονικὸς λόγος οὐκ ἄνευ νοήσεως· τὰ δὲ πρῶτα αἰσθητὰ καὶ τὰ δεύτερα ἡ αἴσθησις κρίνει οὐκ ἄνευ τοῦ δοξαστικοῦ λόγου, τὸ δὲ ἄθροισμα ὁ δοξαστικὸς λόγος οὐκ ἄνευ τῆς αἰσθήσεως. τοῦ νοητοῦ δὴ κόσμου πρώτου ὄντος νοητοῦ, τοῦ δ᾽ αἰσθητοῦ ἀθροίσματος, τὸν μὲν νοητὸν κόσμον κρίνει νόησις μετὰ λόγου, τουτέστιν οὐκ ἄνευ λόγου, τὸν δὲ αἰσθητὸν ὁ δοξαστικὸς λόγος οὐκ ἄνευ αἰσθήσεως. οὔσης δὲ θεωρίας καὶ πράξεως, ὁ ὀρθὸς λόγος οὐχ ὁμοίως κρίνει τὰ τῇ θεωρίᾳ ὑποπίπτοντα καὶ τὰ πρακτά, ἀλλ᾽ ἐν μὲν τῇ θεωρίᾳ ἐπισκοπεῖ τὸ ἀληθὲς καὶ τὸ μὴ οὕτως ἔχον, ἐν δὲ τοῖς πρακτοῖς. τί τὸ οἰκεῖον καὶ τί τὸ ἀλλότριον καὶ τί τὸ πραττόμενον. τῷ γὰρ ἔχειν ἔννοιαν φυσικὴν καλοῦ καὶ ἀγαθοῦ τῷ λόγῳ χρώμενοι καὶ ἀναφέροντες ἐπὶ τὰς φυσικὰς ἐννοίας ὡς ἐπὶ μέτρα τινὰ ὡρισμένα κρίνομεν, εἴτε οὕτως ἔχει τάδετνά, εἴτε καὶ ἑτέρως.