Ancient Greek · ~6 min
Chapter 3
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 3
Not analysed yet
Ἡ δὲ τοῦ φιλοσόφου σπουδὴ κατὰ τὸν Πλάτωνα ἐν τρισὶν ἔοικεν εἶναι· ἔν τε τῇ θέᾳ καὶ τῇ τῶν ὄντων γνώσει, καὶ ἐν τῇ πράξει τῶν καλῶν, καὶ ἐν αὐτῇ τῇ τοῦ λόγου θεωρίᾳ· καλεῖται δὲ ἡ μὲν τῶν ὄντων γνῶσις θεωρητική, ἡ δὲ περὶ τὰ πρακτέα πρακτική, ἡ δὲ περὶ τὸν λόγον διαλεκτική. διαιρεῖται δὲ αὕτη εἴς τε τὸ διαιρετικὸν καὶ τὸ ὁριστικὸν καὶ τὸ ἐπαγωγικὸν καὶ τὸ συλλογιστικόν, τοῦτο δὲ εἰς τὸ ἀποδεικτικόν, ὅπερ ἐστὶ περὶ τὸν ἀναγκαῖον συλλογισμόν, καὶ εἰς τὸ ἐπιχειρηματικόν, ὃ θεωρεῖται περὶ τὸν ἔνδοξον συλλογισμόν, καὶ εἰς τρίτον τὸ ῥητορικόν, ὅπερ ἐστὶ περὶ τὸ ἐνθύμημα, ὃ καλεῖται ἀτεὴς συλλογισμός, καὶ προσέτι τὰ σοφίσματα· ὅπερ προηγούμενον μὲν οὐκ ἂν εἴη τῷ φιλοσόφῳ, ἀναγκαῖον δέ. τῆς δὲ πρακτικῆς τὸ μὲν θεωρεῖται περὶ τὴν τῶν ἠθῶν ἐπιμέλειαν, τὸ δὲ περὶ τὴν τοῦ οἴκου προστασίαν, τὸ δὲ περὶ πόλιν καὶ τὴν ταῦτης σωτηρίαν· τούτων τὸ μὲν πρῶτον ἠθικὸν κέκληται, τὸ δὲ δεύτερον οἰκονομικόν, τὸ δὲ λοιπὸν πολιτικόν. τοῦ δὲ θεωρητικοῦ τὸ μὲν περὶ τὰ ἀκίνητα καὶ τὰ πρῶτα αἴτια καὶ ὅσα θεῖα θεολογικὸν καλεῖται, τὸ δὲ περὶ τὴν τῶν ἄστρων φορὰν καὶ τὰς τούτων περιόδους καὶ ἀποκαταστάσεις καὶ τοῦδε τοῦκόσμου τὴν σύστασιν φυσικόν, τὸ δὲ θεωρούμενον διὰ γεωμετρίας καὶ τῶν λοιπῶν μαθημάτων μαθηματικόν. τῆς δὲ διαιρέσεως τοιαύτης οὔσης καὶ τοῦ μερισμοῦ τῶν τῆς φιλοσοφίας εἰδῶν, περὶ τῆς διαλεκτικῆς θεωρίας πρότερον ῥητέον τῆς ἀρεσκούσης τῷ Πλάτωνι, καὶ πρώτιστα περὶ κριτηρίου.