Ancient Greek
Chapter 6
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 6.1
Not analysed yet
Τοῦ δὲ λόγου, ὅν καλοῦμεν πρότασιν, δύο ἐστὶν εἴδη, τὸ μὲν κατάφασις, τὸ δὲ ἀπόφασις· κατάφασις μὲν τὸ τοιοῦτο· Σωκράτης περιπατεῖ· ἀπόφασις δὲ τὸ τοιοῦτο· Σωκράτης οὐ περιπατεῖ. τῆς δὲ ἀποφάσεως καὶ καταφάσεως ἡ μέν ἐστι αθόλο, ἡ δὲ ἐπὶ μέρους, ἐπὶ μέρους μὲν καταφατικὴ ἡ τοιαύτη· τὶς ἡδονὴ ἀγαθόν· ἀποφατικὴ δὲ τοιαύτη· τὶς ἡδονὴ οὐκἀγαών· καθόλου δὲ καταφατικὴ μὲν ἡ τοιαύτη· πᾶν τὸ αἰσχρὸν κακόν· ἀποφατικὴ δὲ ἡ τοιαύτη· οὐδὲν τῶν αἰσχρῶν ἀγαθόν. τῶν δὲ προτάσεων αἱ μὲν κατηγορικαί εἰσιν, αἱ δὲ ὑποθετικαί· κατηγορικαὶ μὲν αἱ ἁπλαῖ, οἷον· πᾶν δίκαιον καλόν· ὑποθετικαὶ δέ εἰσιν αἱ ἀκολουθίαν δηλοῦσαι ἢ μάχην. χρῆται δὲ ὁ Πλάτων καὶ τῇ τῶν συλλογισμῶν πραγματείᾳ ἐλέγχων τε καὶ ἀποδεικνύων, ἐλέγχων μὲν διὰ ζητήσεως τὰ ψευδῆ, ἀποεκνύων δὲ διά τινος διδασκαλίας τὰ ἀληθῆ. ἔστι δὲ ὁ συλλογισμὸς λόγος, ἐν ᾡ τεθέντων τινῶν ἕτερόν τι τῶν κειμένων δι᾽ αὐτῶν τῶν τεθέντων ἐξ ἀνάγκης συμβαίνει· τῶν δὲ συλλογισμῶν οἱ μέν εἰσι κατηγορικοί, οἱ δὲ ὑποθετικοί, οἱ δὲ μικτοὶ ἐκ τούτων· κατηγορικοὶ μέν, ὧν καὶ τὰ λήμματα καὶ τὰ συμπεράσματα ἁπλαῖ προτάσεις ὑπάρχουσιν, ὑποθετικοὶ δὲ οἱ ἐξ ὑποθετικῶν προτάσεων, μικτοὶ δὲ οἱ τὰ δύο συνειληφότες. χρῆται δὲ ὁ ἀνὴρ τοῖς μὲν ἀποδεικτικοῖς ἐν τοῖς ὑφηγητικοῖς διαλόγοις, τοῖς δὲ ἐνδόξοις πρὸς τοὺς σοφιστάς τε καὶ νέους, τοῖς δὲ ἐριστικοῖς πρὸς τοὺς ἰδίως λεγομένους ἐριστικούς, οἷον ὺθύδἡμον φέρε καὶ Ἱππίαν. τῶν δὲ κατηγορικοῶν σχημάτων ὄντων τριῶν, καὶ τοῦ μὲν πρώτου, ἐν ᾧ ὁ κοινὸς ὅρος τοῦ μὲν κατηγορεῖται, τῷ δὲ ὑπόκειται, τοῦ δὲ δευτέρου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέρων κατηγορεῖται, τοῦ δὲ τρίτου, ἐν ᾧ ὁ κοινὸς ὅρος ἀμφοτέροις ὑπόκειται (ὅρους δέ φημι τὰ μέρη τῶν προτάσεων, οἷον ἐπὶ τῆς· ὁ ἄνθρωπος ζῶον, τὸν ἄνθρωπον ὅρον φαμὲν καὶ τὸ ζῶον), καὶ κατὰ τὸ πρῶτον σχῆμα ἐρωτᾷ λόγους πολλάκις ὁ Πλάτων καὶ κατὰ τὸ δεύτερον καὶ τὸ τρίτον. κατὰ μὲν τὸ πρῶτον οὕτως ἐν Ἀλκιβιάδῃ· τὰ δίκαια καλά, τὰ καλὰ ἀγαθά, τὰ δίκαια ἄρα ἀγαθά· κατὰ δὲ τὸ δεύτερον ἐν Παρμενίδῃ οὕτως· ὃ μὴ ἔχει μέρη, οὔτε εὐθύ ἐστιν οὔτε στρογγύλον, τὸ μετέχον σχήματος ἢ εὐθύ ἐστιν ἢ στρογγύλον, ὃ ἄρα μὴ ἔχει μέρη, οὐδὲ σχήματος μετέχει· κατὰ δὲ τὸ τρίτον οὕτως ἐν τῷ αὐτῷ βιβλίῳ· τὸ μετέχον σχήματος ποιόν ἐστι, τὸ μετέχον σχήματος πεπεράτωται, τὶ ἄρα ποιὸν πεπεράτωται. τοὺς δὲ ὑποθετικοὺς ἐν πολλοῖς βιβλίοις εὑρήσομεν ἐρωτωμένους ὑπ᾽ αὐτοῦ, μάλιστα δ᾽ ἐν τῷ Παρμενίδῃ τοιούτους εὕροιμεν ἂν λόγους· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε ἀρχὴν οὔτε μέσον οὔτε τελευτὴν ἔχει· εἰ μήτε ἀρχὴν μήτε μέσον μήτε τελευτὴν ἔχει, οὐδὲ πέρας ἔχει· εἰ μὴ ἔχει πέρας, οὐδὲ σχήματος μετέχει· εἰ ἄρα μὴ ἔχει μέρη τὸ ἕν, οὐδὲ σχήματος μετέχει. κατὰ δὲ τὸ δεύτερον ὑποθετικὸν σχῆμα, ὃ οἱ πλεῖστοι τρίτον φασί, καθ᾽ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέροις τοῖς ἄκροις ἕπεται, οὕτως ἐρωτᾷ· εἰ μὴ ἔχει μέρη τὸ ἕν, οὔτε εὐθύ ἐστιν οὔτε στρογγύλον· εἰ μετέχει σχήματος, ἢ εὐθύ ἐστιν ἢ στρογγύλον· εἰ ἄρα μὴ ἔχει μέρη, οὐ μετέχει σχήματος. καὶ μὴν καὶ κατὰ τὸ τρίτον σχῆμα, πρὸς τινῶν δὲ δεύτερον, καθ᾽ ὃ ὁ κοινὸς ὅρος ἀμφοτέρων ἡγεῖται, ἐν τῷ Φαίδωνι οὕτως ἐρωτᾷ δυνάμει· εἰ λαβόντες τὴν τοῦ ἴσου ἐπιστήμην μὴ ἐπιλελήσμεθα, ἐπιστάμεθα, εἰ δὲ ἐπιλελήσμεθα, ἀναμιμνησκόμεθα καὶ τῶν μικτῶν δὲ μέμνηται, τῶν μὲν ἐξ ἀκολουθίας κατασκευαστικῶν οὕτως· εἰ τὸ ἕν ὅλον ἐστὶ καὶπεπερασμένον, τοῦτο ἀρχὴν καὶ μέσα καὶ τελευτὴν ἔχον καὶ σχήματο μετέχει· τὸ δὲ ἡγούμενον· τὸ ἄρα λῆγον. τῶν δὲ ἐξ ἀκολουθίας ἀνασκευαστικῶν οὕτω πως τὰς διαφορὰς κατὰ τοῦτο θεωρεῖσθαι. ὅταν οὖν τις ἀκριβῶς κατίδῃ τὰς τῆς ψυχῆς δυνάμεις καὶ τὰς τῶν ἀνθρώπων διαφοράς, καὶ τὰ εἴδη τῶν λόγων, ἅ προσαρμόττει τῇδε ἢ τῇδε τῇ ψυχῇ, ὀξέως τε αἰσθάνεται καὶ ὁποῖος ὑπὸ τίνων λόγων καὶ ὁποίων πείθεσθαι δύνακαι, οὗτος, εἰ προσλάβοι καὶ τὸν καιρὸν τῆς χρήσεως τὸν προςήκοντα, τέλεος ἔσται ῥήτωρ καὶ ἡ ῥητορικὴ αὐτοῦ δικαίως ἂν λέγοιτο ἐπιστήμη τοῦ εὖ λέγειν. καὶ τὴν τῶν σοφισμάτων δὲ μέθοδον εὕροιμεν ἂν ὑπὸ τοῦ Πλάτωνος ὑπογεγραμμένην ἐν τῷ Εὐθυδήμῳ, εἰ ἀκριβῶς ἐντύχοιμεν τῷ βιβλίῳ, ὥστε ἐν αὐτῷ ὑποδεδεῖχθαι, τίνα μὲν παρὰ τὴν φωνήν ἐστι σοφίσματα, τίνα δὲ παρὰ τὰ πράγματα, καὶ τὰς λύσεις αὐτῶν. καὶ μὴν τὰς δέκα κατηγορίας ἔν τε τῷ Παρμενίδῃ καὶ ἐν ἄλλοις ὑπέδειξε, τὸν ἐτυμολογικόν τε τόπον ὅλον ἐν τῷ Κρατύλῳ διεξέρχεται ἁπλῶς δὲ ἱκανώτατος ὁ ἀνὴρ καὶ θαυμαστὴς τῆς τε ὁριστικῆς καὶ διαιρετικῆς πραγματείας, αἵ πᾶσαι δεικνύουσι μάλιστα τὴν δύναμιν τῆς διαλεκτικῆς. τὰ δὲ ἐν τῷ Κρατύλῳ τοιοῦτον ἔχει νοῦν. ζητεῖ γάρ, πότερον φύσει τὰ ὀνόματά ἐστιν ἤ θέσει, ἀρέσκει δὲ αὐτῶ, θέσει ὑπάρχειν τὴν ὀρθότητα τῶν ὀνομάτων, οὐ μὴν ἁπλῶς οὐδὲ ὡς ἔτυχεν, ἀλλ᾽ ὥστε τὴν θέσιν γενέσθαι ἀκόλουθον τῇ τοῦ πράγματος φύσει· μὴ γὰρ ἄλλο τὴν ὀρθότητα εἶναι τοῦ ὀνόματος ἢ τὴν σύμφωνον τῇ φύσει τοῦ πράγματος θέσιν. μήτε γὰρ τὴν θέσιν τὴν ὁποιάνποτε τοῦ ̓νόματος αὐτάρκῆ ἂν εἶναι καὶ ἀποχρῶσαν πρὸς ὀρθότητα, μήτε τὴν φύσιν καὶ τὴν πρώτην ἐκφώνησιν, ἀλλὰ τὸ ἐξ ἀμφοῖν, ὥστε εἶναι παντὸς ὀνόματος κατὰ τὸ οἰκεῖον τῇ τοῦ πράγματος φύσει κείμενον· οὐ γὰρ δήπου ἂν τὸ τυχὸν τῷ τυχόντι τεθῇ, σημανεῖ τὸ ὀρθόν, οἷον ἵππον εἰ θείμεθα ἀνθρώπῳ ὄνομα. καὶ γάρ τοι τὸ λέγειν ἀκολουθία τίς ἐστι τῶν πράξεων, ὥστε οὐχ ὁ ὁπωσδήποτε λέγων ὀρθῶς ἂν λέγοι, ἀλλ᾽ εἰ οὕτω λέγοι, ᾗ τὰ πράγματα πέφυκεν· ἐπεὶ δὲ τοῦ λέγειν μέρος ἐστὶ τὸ ὀνομάζειν, ὡς καὶ τοῦ λόγου μέρος τὸ ὄνομα, τὸ ὀρθῶς καὶ μὴ όρθῶς̓νομάζειν οὐ κατὰ θέσιν ὁποιανοῦν γένοιτ᾽ ἄν, ἀλλὰ κατὰ τὴν φυσικὴν τοῦ ὀνόματος οἰκειότητα πρὸς τὸ πρᾶγμα, καὶ οὗτος ἂν εἴη ὀνοματοθέτης ἄριστος, ὁ σημαίνων δι᾽ ὀνόματος τὴν φύσιν τοῦ πράγματος. ἔστι γὰρ τὸ ὄνομα ὄργανον πράγματος οὐχ ὃ ἔτυχεν, ἀλλὰ τὸ κατάλληλον τῇ φύσει· καὶ διὰ τούτου διδάσκομεν ἀλλήλους τὰ πράγματα καὶ διακρίνομεν αὐτά, ὥστε εἶναι τὸ ὄνομα διδασκαλικόν τι καὶ διακριτικὸν τῆς ἑκάστου οὐσίας ὄργανον, ὡς ἡ κερκὶς τοῦ ὑφάσματος. περὶ τὸ διαλεκτικὸν δὴ καὶ τοῦτο ὑπάρξει τὸ τοῖς ὀνόμασιν ὀρθῶς χρῆσθαι· ὡς γὰρ κερκίδι χρήσαιτ᾽ ἂν ὑφαντικὸς ἀνήρ, εἰδὼς αὐτῆς τὸ προσῆκον ἔργον, τέκτονος αὐτὴν δημιουργήσαντος, οὕτω καὶ ὁ διαλεκτικός, ὀνοματοθέτου θέντος τοὔνομα, χρήσαιτ᾽ ἂν αὐτῷ κατὰ τρόπον καὶ προσφόρως. καὶ γὰρ τοῦ τέκτονος μὲν τὸ ποιῆσαι πηδάλιον, κυβερνήτου δὲ τὸ χρήσασθαι καλῶς· οὕτω γάρ τοι καὶ αὐτὸς ὁ ὀνοματοθέτης καλῶς ἂν χρήσαιτο τῇ θέσει, εἰ ὡς διαλεκτικοῦ παρόντος ποιοῖτο τὴν θέσιν, τὴν φύσιν τῶν ὑποκειμένων ἐπισταμένου.