Ancient Greek
Chapter 7
Albinus, Διδασκαλικὸς τῶν Πλάτωνος δογμάτων 7.1
Not analysed yet
Τὸ μὲν δὴ διαλεκτικὸν ἐπὶ τοσοῦτον ὑπογεγράφθω, ἑξῆς δὲ περὶ τοῦ θεωρητικοῦ λέγωμεν. τούτου τοίνυν τὸ μὶν εἴπομεν εἶναι θεολογικόν, τὸ δὲ φυσικόν, τὸ δὲ μαθηματικόν· καὶ ὅτι τοῦ μὲν θεολογικοῦ τέλος ἡ περὶ τὰ πρῶτα αἴτια καὶ ἀνωτάτω τε καὶ ἀρχικὰ γνῶσις, τοῦ δὲ φυσικοῦ τὸ μαθεῖν, τίς ποτ᾽ ἐστὶν ἡ τοῦ παντὸς φύσις καὶ οἷόν τι ζῶον ὁ ἄνθρωπος καὶ τίνα χώραν ἐν κόσμῳ ἔχων, καὶ εἰ θεὸς προνοεῖ τῶν ὅλων καὶ εἰ ἄλλοι θεοὶ τεταγμένοι ὑπὸ τούτῳ, καὶ τίς ἡ ἀνθρώπων πρὸς τοὺς θεοὺς σχέσις· τοῦ δὲ μαθηματικοῦ τὸ ἐπεσκέφθαι τὴν ἐπίπεδόν τε καὶ τριχῇ διεστηκυῖαν φύσιν, περί τε κινήσεως καὶ φορᾶς ὅπως ἔχει. προκείσθω δὲ ἡ τοῦ μαθηματικοῦ θεωρία ἐπὶ κεφαλαίων. αὕτη τοίνυν καὶ πρὸς ὀξύτητα διανοίας παρελήφθη ὑπὸ τοῦ Πλάτωνος, θήγουσα τὴν ψυχὴν καὶ πρὸς ἐπίσκεψιν τῶν ὄντων ἀκρίβειαν παρεχομένη· τό τε περὶ τοὺς ἀριθμοὺς ὄν μόριον τοῦ μαθηματικοῦ οὐχ ἥν ἔτυχεν οἰκειότητα ἐμποιεῖ πρὸς τὴν τοῦ ὄντος ἐπάνοδον, ἀλλὰ σχεδόν τι τῆς περὶ τὰ αἰσθητὰ πλάνης καὶ ἀγνοίας ἀπαλλάττει ἡμᾶς, συνεργοῦν πρὸς τὴν τῆς οὐσίας γνῶσιν, πρός τε πολέμους εὔθετον ̓πάρχει διὰ τὴν τῶν τακτικῶν θεωρίαν· τό γε μὴν κατὰ τὴν γεωμετρίαν ἐπιτηδειότατον καὶ αὐτὸ πρὸς τὴν τοῦ ἀγαθοῦ γνῶσιν, ὅταν γέ τις μὴ πράξεως ἕνεκεν μετίῃ γεωμερίαν, ἀλλὰ προσχρώμενος αὐτῇ ὡς ἐπὶ τὸ ὄν ἀεὶ ἀνιέναι καὶ μὴ διατρίβειν περὶ τὸ γινόμενον καὶ ἀπολλύμενον. καὶ μὴν ἡ στερεομετρία χρησμωτάτη· μετὰ γὰρ τὴν δευτέραν αὔξησιν ἀκόλουθος ἡ κατ᾽ αὐτὴν θεωρία τρίτην αὔξησιν ἔχουσα· χρήσιμον δὲ ὥσπερ τι τέταρτον μάθημα καὶ ἡ ἀστρονομία, καθ᾽ ἥν ἐν τῷ οὐρανῷ θεασόμεθα ἄστρων τε φορὰς καὶ οὐρανοῦ καὶ τὸν δημιουργὸν νυκτὸς καὶ ἡμέρας μηνῶν τε καὶ ἐνιαυτῶν· ἐξ ὧν κατά τινα οἰκείαν ὁδὸν καὶ τὸν ἁπάντων δημιουργὸν ζητήσομεν, μετιόντες ἀπὸ τούτων τῶν μαθημάτων ὥσπερ τινὸς ὑποβάθρας καὶ στοιχείων. καὶ μουσικῆς δὲ ἐπιμελησόμεθα, ἐπὶ τὰ αὐτὰ τὴν ἀκοὴν ἀναφέροντες· ὥσπερ γὰρ πρὸς ἀστρονομίαν ὄμματα συνέστηκεν, οὕτως ἀκοὴ πρὸς τὸ ἐναρμόνιον· καὶ ὥσπερ ἀστρονομίᾳ τὸν νοῦν προσέχοντες ἀπὸ τῶν ὁρωμένων ἐπὶ τὴν ἀόρατον καὶ νοητὴν οὐσίαν ποδηγούμεθα, οὕτω καὶ τῆς ἐναρμονίου φωνῆς κατακούοντες ἀπὸ τῶν ἀκουστῶν ἐπὶ τὰ αὐτῷ τῷ νῷ θεωρούμενα κατὰ ταὐτὰ μεταβαίνομεν· ὡς εἰ μὴ οὕτω μετίοιμεν ταῦτα τὰ μαθήματα, ἀτελής τε καὶ ἀνόνητος καὶ οὐδέ̀ λόγου ἀξία ἡ περὶ τούτων σκέψις γένοιτ᾽ ἂν ἡμῖν. δεῖ γὰρ ὀξέως ἀπὸ τῶν ὁρατῶν καὶ ἀπὸ τῶν ἀκουστῶν μεταβαίνειν ἐπ᾽ . ἐκεῖνα, ἅ ἔστιν ἰδεῖν μόνῳ τῷ τῆς ψυχῆς λογισμῷ. ἔστι γὰρ ἡ τῶν μαθημάτων ἐπίσκεψις ὡς ἂν προοίμιόν τι πρὸς τὴν τῶν ὄντων θεωρίαν· ἐφιέμεναι γὰρ τοῦ ὄντος λαμβάνεσθαι γεωμερία τε καὶ ἀριθμητικὴ καὶ αἱ ταύταις ἑπόμεναι ὀνειρώττουσι μὲν περὶ τὸ ̓́ὄν, ὕπαρ δὲ αὐτὸ ἀδυνατοῦσιν ἰδεῖν, ἀγνοοῦσαι τάς τε ἀρχὰς καὶ τὰ ἐκ τῶν ἀρχῶν συγκείμενα, οὐδὲν δὲ ἧττον χρησιμώταται οὖσαι τυγχάνουσι κατὰ τὰ εἰρημένα. ὅθεν οὐδὲ ἐπιστήμας ταῦτα τὰ μαθήματα ἔφησεν ὁ Πλάτων· ἡ μέντοι διαλεκτικὴ μέθοδος ἀπὸ τῶν γεωμετρικῶν ὑποθέσεων ἐπὶ τὰ πρῶτα καὶ ἀρχικὰ καὶ ἀνυπόθετα ἀνιέναι πέφυκεν· ὅθεν τὴν μὲν διαλεκτικὴν ἐπιστήμην προσεῖπε, τὰ δὲ μαθήματα οὔτε δόξαν διὰ τὸ ἐναργέστερα εἶναι τῶν αἰσθητῶν, οὔτε ἐπιστήμην διὰ τὸ ἀμυδρότερα εἶναι τῶν πρώτων νοητῶν· ἀλλὰ δόξαν μὲν τῶν σωμάτων φησίν, ἐπιστήμην δὲ τῶν πρώτων, διάνοιαν δὲ τῶν μαθημάτων. τίθεται δὲ τὶ καὶ πίστιν καὶ εἰκασίαν, τούτων δὲ τὴν μὲν πίστιν τῶν αἰσθητῶν, τὴν δὲ εἰκασίαν τῶν εἰκόνων καὶ εἰδώλων· ἐπεὶ δὲ ἡ διαλεκτικὴ ἰσχυρότατον τῶν μαθημάτων, ἅτε καὶ περὶ τὰ θεῖα καὶ βέβαια γινομένη, διὰ τοῦτο καὶ ἀνωτέρω τῶν μαθημάτων τάττεται, ὥσπερ θριγκός τις ὑπάρουσα ἤ φυλακὴ τῶν λοιπῶν.