Ancient Greek
1
Alcaeus Lyr., Fragmenta 1
Unproofread scanNot analysed yet
'Αμουσία τὸ πλέον μέρος ἐν βροτοῖσιν λόγων τε πλήθος· ἀλλ' ὁ καιρὸς ἀρκέσει. φρόνει τι κεδνόν· μὴ μάταιος ἄχαρις γενέσθαι. Aelian. V. H. IV 26: Ξάνθος ὁ ποιητὴς τῶν μελῶν . . . ἐγένετο δὲ οὗτος πρεσβύτερος Στησιχόρου τοῦ Ἱμεραίου . . . λέγει τὴν Ἥλεκτραν τοῦ Ἀγαμέμνονος οὐ τοῦτο ἔχειν τοὔνομα πρῶτον, ἀλλὰ Λαοδίκην· ἐπεὶ δὲ Ἀγαμέμνων ἀνηρέθη, τὴν δὲ Κλυταιμνήστραν ὁ Αἴγισθος ἔγημε, καὶ ἐβασίλευσεν, Ἥλεκτρον οὖσαν καὶ καταγνοῶσαν παρθένον Ἀργεῖοι Ἥλεκτραν ἐκάλεσαν διὰ τὸ ἀμοιρεῖν ἀνδρὸς καὶ μὴ πεπειράσθαι λέκτρον. Cf. Athen. XII 513 A: πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν Ὀρεστείαν καλουμένην.