Ancient Greek
57
Alcaeus Lyr., Fragmenta 57
Unproofread scanNot analysed yet
Οἶνος, ὦ φίλε παῖ, καὶ ἀλάθεα. Athen. XII 512 F: Τοῦτον οὖν (τὸν Ἡρακλέα) φησίν (Μεγακλείδης) οἱ νέοι ποιηταὶ κατασκευάζουσιν ἐν ληστοῦ σχήματι μόνον περιφορεύμενον, ξύλον ἔχοντα καὶ λεοντὴν καὶ τόξα· καὶ ταῦτα πλάσαι πρῶτον Στησίχορον τὸν Ἱμεραῖον· καὶ Ξάνθος δ᾽ ὁ μελοποιός, πρεσβύτερος ὢν Στησιχόρου, ὡς καὶ αὐτὸς ὁ Στησίχορος μαρτυρεῖ, ὡς φησιν ὁ Μεγακλείδης, οὐ ταύτην αὐτῷ περιτίθησι τὴν στολὴν, ἀλλὰ τὴν Ὀμηρικήν. Πολλὰ δὲ τῶν Ξάνθου παραπεποίηκεν ὁ Στησίχορος, ὥσπερ καὶ τὴν Ὀρεστείαν καλουμένην. Cf. Eust. 1279, 8. Herod. π. μ. λέξ. 38, 13: Λεβναφιγενής· ἡ διὰ τοῦ φι ἐπέκτασις οὐδέποτε θέλει κατ’ ἀρχὴν συντίθεσθαι, μόνῳ δὲ παρηκολούθησεν ἐν ἐπιρρήματι τῷ φι τὸ τοιοῦτον, Ἰριγένεια, Ἰρικλῆς, Ἰριάνασσα, καὶ ὅσα ἄλλα τοιαῦτά ἐστι· πεπλάνηται οὖν Ἴβυκος εἰπὼν Λεβναφιγενής. Bloch Λεβναφιγενής.