Ancient Greek
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 1
Not analysed yet
Πολλάκις ἤδη ἐνεθυμήθην καὶ ἐθαύμασα ὦ ἄνδρες Ἕλληνες τὰς γνώμας τῶν λεγόντων, τί ποτε ἄρα βουλόμενοι ῥᾳδίως δεῦρο παριόντες συμβουλεύουσιν ὑμῖν, ἀφ᾿ ὧν ὠφέλεια μὲν οὐδεμία ἐστὶ τῷ κοινῷ, λοιδορίαι δὲ πλεῖσται γίγνονται ἐν ἀλλήλοις, εἰκῇ τε λόγους ἀναλίσκουσιν ἀκαίρους περὶ ὧν ἂν τύχωσι.