Ancient Greek · ~2 min
ΑΛΚΙΔΑΜΑΝΤΟΣ ΠΕΡΙ ΤΩΝ ΤΟΥΣ ΓΡΑΠΤΟΥΣ ΛΟΓΟΥΣ ΓΡΑΦΟΝΤΩΝ Η ΠΕΡΙ ΣΟΦΙΣΤΩΝ.
Alcidamas, Ὀδυσσεύς 10
Not analysed yet
ὅταν γὰρ νουθετῆσαι δέῃ τοὺς ἁμαρτάνοντας ἢ παραμυθήσασθαι τοὺς δυστυχοῦντας ἢ πραῧναι τοὺς παρωξυμμένους ἢ τὰς ἐξαίφνης ἐπενεχθείσας αἰτίας ἀπολύσασθαι, τηνικαῦθ᾿ ἡ τοῦ λέγειν δύναμις τῇ χρείᾳ τῶν ἀνθρώπων ἐπικουρεῖν οἵα τ᾿ ἐστίν· ἡ δὲ γραφὴ σχολῆς δεῖται καὶ μακροτέρους ποιεῖται τοὺς χρόνους τῶν καιρῶν· οἱ μὲν γὰρ ταχεῖαν τὴν ἐπικουρίαν ἐπὶ τῶν ἀγώνων ἀπαιτοῦσιν, ἡ δὲ κατὰ σχολὴν καὶ βραδέως ἐπιτελεῖ τοὺς λόγους. ὥστε τίς ἂν φρονῶν ταύτην τὴν δύναμιν ζηλώσειεν, ἣ τῶν καιρῶν τοσοῦτον ἀπολείπεται;