Ancient Greek · ~2 min
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 12
Not analysed yet
ἆρά γε ἐνθυμεῖσθε ὦ ἄνδρες Ἕλληνες, ὅτι ταῦτα τοῦ σοφιστοῦ τῆς διανοίας καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα />καὶ τοῦ φρονήματος αὐτοῦ τυγχάνει, ὃς φιλοσοφῶν ἐφ᾿ οἷς ἥκιστα ἐχρῆν αὐτὸν ταῦτα πράττει; Τά τε πράγματα τὰ περιεστηκότα καὶ τὴν στρατείαν πᾶσαν ἐπιδείξω αἴτιον γεγονότα ἡμῖν τόν τε πατέρα αὐτοῦ καὶ τοῦτον αὐτόν. ἀνάγκη δὲ καὶ διὰ μακροτέρων λόγων ῥηθῆναι τὰ γενόμενα. Τούτῳ πατήρ ἐστι πένης, ὄνομα Ναύπλιος, τέχνην ἔχων ἁλιείαν.