Ancient Greek · ~2 min
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 17
Not analysed yet
χρόνου δὲ προϊόντος Ἀλέξανδρος ἐπεθύμησεν εἰς τὴν Ἑλλάδ᾿ ἀφικέσθαι, τό τε ἱερὸν τὸ ἐν Δελφοῖς θεωρῆσαι βουλόμενος, ἅμα δὲ καὶ τὸ κάλλος τῆς Ἑλένης ἀκούων δηλονότι, καὶ τὴν τοῦ Τηλέφου γένεσιν ἀκηκοώς, ὁπόθεν τε εἴη καὶ τίνα τρόπον καὶ ὑπὸ τίνος ἐπράθη. ὥστε Ἀλέξανδρος οὕτω τὴν ἀποδημίαν ἐποιεῖτο διὰ προφάσεις τοιαύτας εἰς τὴν Ἑλλάδα. ἐν δὲ τῷ καιρῷ τούτῳ οἱ Μόλου παῖδες ἀφικνοῦνται ἐκ Κρήτης, δεόμενοι Μενελάου αὐτούς τε διαλλάξαι καὶ διελεῖν τὴν κτῆσιν αὐτοῖς, ὅτι εἴη ὁ πατὴρ τετελευτηκὼς αὐτοί τε στασιάζοιεν περὶ τῶν πατρῴων χρημάτων. εἶεν· τί οὖν γίγνεται;