Ancient Greek · ~6 min
19 to 23
Alcidamas, Ὀδυσσεύς 19-2-23
Not analysed yet
ἐνθυμήματα μὲν οὖν ὀλίγα καὶ μεγάλα τοῖς λόγοις ἔνεστιν, ὀνόματα δὲ καὶ ῥήματα πολλὰ καὶ ταπεινὰ καὶ μικρὸν ἀλλήλων διαφέροντα, καὶ τῶν μὲν ἐνθυμημάτων ἅπαξ ἕκαστον δηλοῦται, τοῖς δ᾿ ὀνόμασι πολλάκις τοῖς αὐτοῖς ἀναγκαζόμεθα χρῆσθαι· διὸ τῶν μὲν εὔπορος ἡ μνήμη, τῶν δὲ δυσανάληπτος ἡ μνήμη καὶ δυσφύλακτος ἡ μάθησις καθέστηκεν. ἔτι τοίνυν αἱ λῆθαι περὶ μὲν τοὺς αὐτοσχεδιασμοὺς ἄδηλον τὴν αἰσχύνην ἔχουσιν. εὐλύτου γὰρ τῆς ἑρμηνείας οὔσης καὶ τῶν ὀνομάτων οὐκ ἀκριβῶς συνεξεσμένων, ἂν ἄρα καὶ διαφύγῃ τι τῶν ἐνθυμημάτων, οὐ χαλεπὸν ὑπερβῆναι τῷ ῥήτορι καὶ τῶν ἐφεξῆς ἐνθυμημάτων ἁψάμενον μηδεμιᾷ τὸν λόγον αἰσχύνῃ περιβαλεῖν· ἀλλὰ καὶ τῶν διαφυγόντων, ἂν ὕστερον ἀναμνησθῇ, ῥᾴδιον ποιήσασθαι τὴν δήλωσιν. τοῖς δὲ γεγραμμένα λέγουσιν, ἂν κατὰ μικρὸν ὑπὸ τῆς ἀγωνίας ἐκλίπωσί τι καὶ παραλλάξωσιν, ἀπορίαν ἀνάγκη καὶ πλάνον καὶ ζήτησιν ἐγγενέσθαι, καὶ μακροὺς μὲν χρόνους ἐπίσχειν, πολλάκις δὲ τῇ σιωπῇ διαλαμβάνειν τὸν λόγον, ἀσχήμονα δὲ καὶ καταγέλαστον καὶ δυσεπικούρητον καθεστάναι τὴν ἀπορίαν. Ἡγοῦμαι δὲ καὶ ταῖς ἐπιθυμίαις τῶν ἀκροατῶν ἄμεινον χρῆσθαι τοὺς αὐτοσχεδιάζοντας τῶν τὰ γεγραμμένα λεγόντων. οἱ μὲν γὰρ πολὺ πρὸ τῶν ἀγώνων τὰ συγγράμματα διαπονήσαντες ἐνίοτε τῶν καιρῶν ἁμαρτάνουσιν· ἢ γὰρ μακρότερα τῆς ἐπιθυμίας λέγοντες ἀπεχθάνονται τοῖς ἀκούουσιν, ἢ βουλομένων ἔτι τῶν ἀνθρώπων ἀκροᾶσθαι προαπολείπουσι τοὺς λόγους. χαλεπὸν γάρ, ἴσως δ᾿ ἀδύνατόν ἐστιν ἀνθρωπίνην πρόνοιαν ἐφικέσθαι τοῦ μέλλοντος, ὥστε προϊδεῖν ἀκριβῶς τίνα τρόπον αἱ γνῶμαι τῶν ἀκουόντων πρὸς τὰ μήκη τῶν λεγομένων ἕξουσιν. ἐν δὲ τοῖς αὐτοσχεδιασμοῖς ἐπὶ τῷ λέγοντι γίγνεται ταμιεύεσθαι τοὺς λόγους πρὸς τὰς δυνάμεις αὐτῶν ἀποβλέποντι, καὶ τά τε μήκη συντέμνειν καὶ τὰ συντόμως ἐσκεμμένα διὰ μακροτέρων δηλοῦν.