Ancient Greek
[ΑΛΚΙΔΑΜΑΝΤΟΣ] ΟΔΥΣΣΕΥΣ ΚΑΤΑ ΠΑΛΑΜΗΔΟΥΣ ΠΡΟΔΟΣΙΑΣ.
Alcidamas, Ὀδυσσεύς 29
Not analysed yet
Ἀξιῶ δ᾿ ὑμᾶς ἔγωγε κοινῇ σκεψαμένους βουλεύσασθαι περὶ αὐτοῦ καὶ μὴ ἀφεῖναι αὐτὸν ὑποχείριον λαβόντας. εἰ δὲ κατελεήσαντες αὐτὸν διὰ τὴν δεινότητα τῶν λόγων ἀφήσετε, θαυμαστὴ παρανομία γενήσεται ἐν τῷ στρατεύματι· εἰδὼς γὰρ αὐτῶν ἕκαστος ὅτι καὶ Παλαμήδης περιφανῶς τοσαῦτα ἡμαρτηκὼς οὐδεμίαν δίκην ἔδωκε, καὶ αὐτοὶ πειράσονται ἀδικεῖν. ὥστε ἐὰν νοῦν ἔχητε, ψηφιεῖσθε τὰ βέλτισθ᾿ ὑμῖν αὐτοῖς, καὶ τῶν λοιπῶν οὕνεκα παράδειγμα ποιήσεσθε τοῦτον τιμωρησάμενοι.