Ancient Greek · ~3 min
Dfhg-Source dfhg4_ALCIMUS_SICULUS
ALCIMUS SICULUS, Fragmenta 4
Not analysed yet
Ἄλκιμος δ ̓ ὁ Σικελιώτης ἐν τῇ ἐπιγραφομένῃ τῶν βίβλων Ἰταλικῇ, πάσας φησὶ τὰς ἐν Ἰταλίᾳ γυναῖκας μὴ πίνειν οἶνον ἀπὸ ταύτης τῆς αἰτίας· «Ἡρακλῆς, περὶ τὴν Κροτωνιᾶτιν γενόμενος, ἐπεὶ πρός τινα οἰκίαν, οὖσαν παρὰ τὴν ὁδὸν, διψῶν ἀφίκετο, προσελθὼν ᾔτει πιεῖν ἐντεῦθεν. Ἔτυχε δ ̓ ἡ γυνὴ τοῦ τὴν οἰκίαν κεκτημένου πίθον οἴνου λαθραίων ὑποίξασα· καὶ πρὸς μὲν τὸν ἄνδρα δεινὸν ἔφη ποιήσειν αὐτὸν, εἰ ξένου χάριν τὸν πίθον τοῦτον ἀνοίξειεν, ὕδωρ δ ̓ ἐκέλευσεν αὐτὸν προσενεγκεῖν. Ἡρακλῆς δ ̓ ἐπὶ θύραις ἑστὼς, καὶ ἀκούσας ταῦτα, τὸν μὲν ἄνδρα αὐτῆς σφόδρα ἐπῄνεσεν· ὃν καὶ ἐκέλευσεν, αὐτὸν παρέλθοντα εἴσω σκοπεῖν τὸν πίθον. Καὶ ὃς εἰσελθὼν λίθινον εὗρε τὸν πίθον γεγονότα. Τούτου δὲ τὸ σημεῖον ἔτι καὶ νῦν ἐστιν ἐν ταῖς ἐπιχωρίαις γυναιξὶ πάσαις, ἐν αἰσχρῷ κεῖσθαι τὸ πίνειν οἶνον, διὰ τὴν προκειμένην αἰτίαν.»