Ancient Greek · ~4 min
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 12 [III 48]. Κεφαλογλύεπτης Μαππαφανίσῳ.
Not analysed yet
Κακὸς κακῶς ἀπόλοιτο καὶ ἄφωνος εἴη Λικύμνιος ὁ τῆς τραγῳδίας ὑποκριτής. ὡς γὰρ ἐνίκα τούς ἀντι- τέχνους Κριτίαν τὸν Κλεωναῖον καὶ Ἵππασον τὸν Ἀμβρακιώτην τοὺς Αἰσχύλου Προπομπούς τορῷ τινι καὶ γεγωνοτέρῳ φωνήματι χρησάμενος, γαῦρος ἦν καὶ κιττοστεφὴς ἦγε συμπόσιον. ἔνθα παραληφθεὶς φεῦ τῶν κακῶν οἷα ὑπέμεινα, τοῦτο μὲν πιττούμενος τὴν κεφαλὴν καὶ γάρῳ τοὺς ὀφθαλμοὺς ῥαινόμενος, τοῦτο δὲ ἀντὶ πλακοῦντος, τῶν ἄλλων ἄμητας ἐσθιόντων καὶ σησαμοῦντας, αὐτὸς μέλιτι δεδευμένους λίθους ἀπο- τρώγων. ἡ πασῶν δὲ ἰταμωτάτη, τὸ ἐκ Κεραμεικοῦ πορνίδιον, ἡ μέτοικος ἡ Φενεᾶτις, Υακινθίς, κύστιν αἵματος πληρώσασα καταφέρει μου τῆς κεφαλῆς, καὶ ὁμοῦ τῷ κτύπῳ 〈ἐ〉 λελούμην τῷ αἵματι. καὶ τῶν μὲν εὐωχου- μένων πολὺς καὶ καπυρὸς ἐξεχύθη γέλως, ἐγὼ δὲ ὧν ἔπαθον μισθὸν οὐκ ἀπηνεγκάμην ἄξιον, ἀλλά μοι γέ- γονε τῶν ὕβρεων ἀμοιβὴ τὸ μέτρον τῆς γαστρός, πέρα[ς] δὲ οὐδέν. μήτε οὖν ἐς νέωτα μήτε μὴν νικῴη ὁ θεοῖς ἐχθρὸς Λικύμνιος, ὃν ἐγὼ τῆς ἀχαρίστου φωνῆς ἕνεκεν ὁρθοκόρυζον καλεῖσθαι πρὸς ἡμῶν καὶ τοῦ χοροῦ τῶν Διονυσοκολάκων ἔκρινα.