Ancient Greek · ~4 min
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 11 [III 47]. Ὡρολόγιος Λαχανοθαυμάσῳ.
Not analysed yet
Ἑρμῆ κερδῷε καὶ ἀλεξίκακε Ἡράκλεις, ἀπεσώθην. οὐδὲν 〈ἂν〉 δεινὸν ἔτι γένοιτο. προχόην ὑφελόμενος ἀργυρᾶν Φανίου τοῦ πλουσίου δρόμῳ δοὺς φέρεσθαι —ἦν γὰρ ἀωρία τῆς νυκτός —ἠπειγόμην σώζειν ἑαυτόν. κύνες δὲ ἐξαίφνης οἰκουροὶ περιχυθέντες ἄλλος ἀλλαχόθεν χαλεποὶ καὶ βαρεῖς τὴν ὑλακὴν ἐπῄεσαν Μολοττοὶ καὶ Κνώσιοι, ὑφʼ ὧν οὐδὲν ἐκώλυσέ με ὡς ἠδικηκότα τὴν Ἄρτεμιν διεσπάσθαι μέσον, ὡς μηδὲ τὰ ἀκρωτήρια εἰς τὴν ὑστεραίαν περιλειφθῆναι πρὸς ταφὴν τοῖς ἑτοίμοις εἰς ἔλεον καὶ συμπάθειαν. εὑρὼν οὖν ὑδρορρόον ἀνεῳγότα οὐκ εἰς βάθος ἀλλʼ ἐπιπολῆς, [καὶ] ὑποδὺς εἰς τοῦτον κατεκρύβην. ἔτι σοι ταῦτα τρέμων καὶ παλλόμενος λέγω. ἑωσφόρου δὲ ἀνασχόντος τῶν μὲν ᾐσθόμην οὐκέθʼ ὑλακτούντων —οἴκοι γὰρ πάντες ἐδέδεντο —αὐτὸς δὲ εἰς Πειραιᾶ δραμὸν νηὶ Σικε- λικῇ λύειν μελλούσῃ τὰ πρυμνήσια περιτυχὼν ἀπεδόμην τῷ ναυκλήρῳ τὴν προχόην. καὶ νυνὶ τὸ τίμημα ἔχων νένασμαι τοῖς κέρμασι καὶ νεόπλουτος ἐπανελήλυθα, καὶ τοσοῦτον ῥιπίζομαι ταῖς ἐλπίσιν, ὡς ἐπιθυμεῖν κόλακας τρέφειν καὶ κεχρῆσθαι παρασίτοις, οὐ παρα- σιτεῖν αὐτός. ἀλλʼ ἢν τουτὶ τὸ πορισθὲν ἀργύριον ἀπαναλώσω, πάλιν ἐπὶ τὴν ἀρχαίαν ἐπιτήδευσιν τρέψο- μαι· οὐδὲ γὰρ κύων σκυτοτραγεῖν μαθοῦσα τῆς τέχνης ἐπιλήσεται.