Ancient Greek
LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉
Alciphron, Epistulae 12 [fragm. 4] Λέαινα Φιλοδήμῳ.
Not analysed yet
Εἶδόν σου τὴν νύμφην μυστηρίοις καλὸν περιβε- βλημένην θέριστρον· ἐλεῶ σε νὴ τὴν Ἀφροδίτην, ταλαίπωρε, οἷα πάσχεις μετʼ ἐκείνης καθεύδων τῆς χελώνης. οἷον τὸ χρῶμα 〈τῆς〉 γυναικός, αὐτοσανδα- ράκη· ἡλίκους δὲ καθεῖτο τοὺς πλοκάμους ἡ νύμφη, οὐδὲν ἐοικότας ταῖς ἐπὶ τῆς κορυφῆς θριξίν. ὅσον δὲ κατεπέπλαστο ψιμύθιον· καὶ ἡμᾶς τὰς ἑταίρας λοι- δοροῦσιν ὅτι καλλωπιζόμεθα. ἀλλὰ μεγάλην εἶχεν ἄλυσιν —ἀξία γέ ἐστιν ἐν ἀλύσει διατελεῖν πλὴν οὐχὶ χρυσῇ —φάσματος ἔχουσα πρόσωπον. ἡλίκοι δὲ οἱ πόδες, ὡς πλατεῖς, ὡς ἄρ〈ρ〉υθμοι. αἰαῖ, γυμνὴν περιλαβεῖν ἐκείνην οἷόν ἐστιν· ἐμοὶ μὲν καὶ βαρύ τι ἐδόκει προσπνεῖν· μετὰ φρύνου καθεύδειν ἄν εἱλόμην, Νέμεσι δέσποινα. ἐμβλέψαι τί μὴ δωρίδι βούλομαι ἢ μετὰ τῆς ἀλύσεως καὶ τῶν περισκελ[λ] ίδων συγκερ . . .