Ancient Greek · ~23 min
LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉
Alciphron, Epistulae 13 fragm 6]..1
Not analysed yet
. . . . ἐραστοῦ χωρίον Νύμφαις θυσίαν λέγουσα ὀφεί- λειν. εἴκοσιν ἀπέχει τῆς πόλεως στάδια· αὐτὸ δʼ ἐστὶ λειμών τις ἢ κῆπος· ὀλίγη δὲ παρὰ τὴν ἔπαυλιν ἀνεῖ- ται σπόριμος, τὰ δὲ λοιπὰ κυπαρίττια καὶ μυρρίναι, ἐρωτικοῦ, φίλη, κτημάτιον ὄντως, οὐ γεωργοῦ. εὐθὺς μὲν ἡ ἄ[μ]φοδος ἡμῶν εἶχέ τινα παιδιάν· τὰ μὲν γὰρ ἀλλήλας ἐσκώπτομεν ἢ τοὺς ἐραστάς, τὰ δʼ ὑπὸ τῶν ὑπαντώντων ἐρ〈ρ〉ινώμεθα. Νικίας δʼ ὁ λάσταυρος οὐκ οἶδα πόθεν ἐπανιών ‘ποῦʼ φησιν ἡμῖν ‘ἀθρόαι; τίνος ἄπιτε καταπιεῖν ἀγρόν; μακάριον ἐκεῖνο τὸ χω- ρίον ὅποι βαδίζετε, ὅσας ἕξει συκᾶς’. τοῦτον μὲν οὖν Πετάλη ἀπεσόβησε κωμῳδήσασα ἀκολάστως. ἀπέπτυσε γὰρ ἡμᾶς καὶ ἀκαθάρτους εἰπὸν ἀπεφθάρη. ἡμεῖς δὲ πυρακάνθας ἀφαιροῦσαι καὶ κλωνία καὶ ἀνεμώνας συλ- λέγουσαι παρῆμεν αἰφνιδίως· ἔλαθε δʼ ἡμᾶς ἡ ὁδὸς διὰ τὴν παιδιὰν ὡς οὐδʼ 〈ἄν〉 ᾠήθημεν ταχέως ἀνυ- σθεῖσα. εὐθὸς δὲ περὶ τὴν θυσίαν ἦμεν. μικρὸν δὲ ἄπωθεν τῶν ἐπαυλίων πέτρα τις ἦν συνηρεφὴς κατὰ κορυφὴν δάφναις καὶ πλατανίστοις, ἑκατέρωθεν δὲ μυρ〈ρ〉ίνης εἰσὶ θάμνοι, καί πως ἐξ ἐπιπλοκῆς αὐτὴν περιθεῖ κιττὸς ἐν χρῷ τῇ λίθῳ προσπεφυκώς· ἀπὸ δὲ αὐτῆς ὕδωρ ἀκήρατον ἐστάλαττεν. ὑπὸ δὲ ταῖς ἐξο- χαῖς τῶν πετριδίων Νύμφαι τινὲς ἵδρυνται καὶ Πὰν οἷον κατοπτεύων τὰς Ναΐδας ὑπερέκυπτεν· ἀντικρὺ βωμὸν αὐτοσχεδίως ἐνήσαμεν, εἶτα σχιζία καὶ πόπανα ἐπʼ αὐτῷ θέμεναι καταρχόμεθα λευκῆς ἀλεκτορίδος, καὶ μελίκρατον ἐπισπείσασαι καὶ λιβανωτὸν ἐπιθυμιά- σασαι τῷ πυριδίῳ καὶ προσευξάμεναι πολλὰ μὲν ταῖς Νύμφαις πλείω δὲ ἢ οὐκ ἐλάττω τῇ Ἀφροδίτη, ἱκετεύ- ομεν διδόναι τινὰ ἡμῖν ἐρωτικὴν ἄγραν. [τὸ] λοιπὸν εὐτρεπεῖς ἐπὶ τὴν εὐωχίαν ἦμεν. Ἴωμενʼ ἔφη ἡ Μέ- λισσα ‘οἴκαδε καὶ κατακλινῶμεν’. ‘μὴ μὲν οὖν πρός τε τῶν Νυμφῶν καὶ τοῦ Πανόςʼ εἶπον ἐγώ ‘τούτου· δρᾷς γὰρ ὥς ἐστιν ἐρωτικὸς· ἡδέως ἂν ἡμᾶς ἐνταῦθα κραιπαλώσας ἴδοι· ἀλλʼ ὑπὸ ταῖς μυρρίναις ἢν ἰδοὺ τὸ χωρίον ὡς ἔνδροσόν ἐστιν ἐν κύκλῳ καὶ τρυφεροῖς ἄνθεσι ποικίλον. ἐπὶ ταύτης βουλοίμην ἂν τῆς πόας κατακλιθῆναι ἢ ἐπὶ τῶν ταπητίων ἐκείνων καὶ τῶν μαλθακῶν ὑποστρωμάτων. νὴ Δία, ἀλλὰ ἔχει γέ τι πλέον τῶν ἐν ἄστει τἀνταῦθα συμπόσια, ἔνθα ἀγροῦ ὑπαίθριοι χάριτες’. ‘ναὶ ναί, λέγεις καλῶς’ ἔφασαν· εὐθὺς οὖν κατακλώμεναι αἱ μὲν σμίλακος αἱ δὲ μυρ- ρίνης κλάδους καὶ τὰ χλανίσκια ἐπιστορέσασαι αὐτο- σχεδίως συνερρίψαμεν. ἦν δὲ καὶ τοὔδαφος λωτῷ καὶ τριφύλλῳ μαλθακόν· ἐν μέσῳ κύκλῳ καί τινες ὑάκιν- θοι καὶ ἄνθεμα διαποίκιλα τὴν ὄψιν ὥρᾳζον· ἐαρινοῖς ἐφιζάνουσαι πετάλοις ἡδὺ καὶ κωτίλον ἀηδόνες ἐψιθύ- ριζον, ἠρέμα δὲ οἱ σταλαγμοὶ καταλειβόμενοι ἀπὸ τῆς οἷον ἱδρούσης σπιλάδος τρυφερόν τινα παρεῖχον ψόφον ἐαρινῷ πρέποντα συμποσίῳ. οἶνος ἦν οὐκ ἐπι- χώριος, ἀλλὰ Ἰταλός, οἵου σὺ ἔφης καδίσκους ἕξ Ἐλευσῖνι ἐωνῆσθαι, σφόδρα ἡδὺς καὶ ἄφθονος· ᾠά τε τὰ τρέμοντα ταῦτα ὥσπερ αἱ πυγαί, καὶ χιμαιρίδος ἁπαλῆς τεμάχη καὶ ἀλεκτορίδες οἰκουροί· εἶτα γα- λάκτια ποικίλα, τὰ μὲν μελίπηκτα τὰ δʼ ἀπὸ ταγήνου —πυτίας μοι δοκεῖ καλοῦσιν αὐτὰ καὶ σκώληκας [τὰ πεμμάτια] —ὅσα τε ἀγρὸς ἡμῖν ἐαρινῆς ὀπώρας ἐπεδα- ψιλεύετο. μετὰ δὲ τοῦτο συνεχῶς περιεσόβουν αἱ κύ- λικες καὶ προπιεῖν μέτρον ἦν 〈πλὴνγ〉 τρεῖς φιλοτησίας οὐ τὸ ποσόν. ἐπιεικῶς δέ πως τὰ μὴ προσηναγκασμένα τῶν συμποσίων τῷ συνεχεῖ τὸ πλεῖον ἀναλαμβάνει· ὑπεψεκάζομεν 〈οὖνγ〉 μικροῖς τισι κυ〈μ〉γβίοις ἀλλεπαλ- λήλοις. καὶ παρῆν Κρου[σ]μάτιον ἡ Μεγάρας καταυ- λοῦσα, ἡ δὲ Σιμμίχη ἐρωτικὰ μέλη πρὸς τὴν ἁρμονίαν ἦδεν. ἔχαιρον αἱ ἐπὶ τῆς πίδακος Νύμφαι. ἡνίκα δὲ ἀναστᾶσα κατοωρχήσατο καὶ τὴν ὀσφῦν ἀνεκίνησεν ἡ Πλαγγών, ὀλίγου ὁ Πὰν ἐδέησεν ἀπὸ τῆς πέτρας ἐπὶ τὴν πυγὴν αὐτῆς ἐξάλλεσθαι. αὐτίκα δὲ ἡμᾶς [ἔνδον] ἐδόνησεν ἡ μουσικὴ καὶ ὑποβεβρεγμένον εἴ- χομεν τὸν νοῦν· οἶδας ὅ τι λέγω. τὰς τῶν ἐραστῶν χεῖρας ἐμαλάττομεν τούς δακτύλους ἐκ τῶν ἁρμῶν ἠρέμα πως χαλῶσαι, καὶ πρὸς Διονύσῳ ἐπαίζομεν· καί τις ἐφίλησεν ὑσπτιάσασα καὶ μασταρίων ἐφῆκεν ἅψασθαι, καὶ οἷον ἀποστραφεῖσα ἀτεχνῶς τοῖς βουβῶσι τὸ κατ- όπιν τῆς ὀσφύος προσαπέθλιβε. διανίστατο δὲ ἤδη ἡμῶν μὲν τῶν γυναικῶν τὰ πάθη, τῶν ἀνδρῶν δὲ ἐκεἵνα· ὑπεκδυόμεναι δʼ οὖν μικρὸν ἄπωθεν συνηρεφῆ τινα λόχμην εὕρομεν, ἀρκοῦντα τῇ τότε κραιπάλη θά- λαμον. ἐνταῦθα διανεπαυόμεθα τοῦ πότου καὶ τοῖς κοιτωνίσκοις ἀπιθάνως εἰσεπαίομεν· κἄπειτα ἡ μὲν κλωνία μυρρίνης συνέδει ὥσπερ στέφανον ἑαυτῇ πλέ- κουσα καὶ ‘εἰ πρέπει μοι, φίλη, σκέψαι’, ἡ δʼ ἴων ἔχουσα κάλυκας ἐπανῄει ‘ὡς χρηστὸν ἀποπνεῖʼ λέγουσα, ἡ δὲ μῆλα ἄωρα ‘ἰδοὺ ταυτίʼ ἐκ τοῦ κόλπου προφέ- ρουσα ἐπεδείκνυτο, ἡ δὲ ἐμινύριζεν, ἡ δὲ φύλλα ἀπὸ τῶν κλωνίων ἀφαιροῦσα διέτρωγεν ὥσπερ ἀκκιζομένη· καὶ τὸ δὴ γελοιότατον, πᾶσαι γὰρ ἐπὶ ταὐτὸν ἀνιστά- μεναι ἀλλήλας λανθάνειν ἐβουλόμεθα· θατέρᾳ δὲ οἱ ἄνθρωποι ὑπὸ τὴν λόχμην παρήρχοντο. οὕτως μικρὰ παρεμπορευσαμέναι〈ς〉 τῆς ἀφροδίτης πάλιν συνειστή- κει πότος· καὶ οὐκέθʼ ἡμῖν ἐδόκουν προσβλέπειν ὡς πρότερον αἱ Νύμφραι, ἀλλʼ ὁ Πὰν [καὶ ὁ Πρίαπος] ἥδιον. ἐμφαγεῖν δʼ ἦν πάλιν ὀρνίθια ταυτὶ τὰ τοῖς δικτύοις ἁλισκόμενα καὶ πέρδικες, καὶ ἐκ τρυγὸς ἥδι- στοι βότρυες, καὶ λαγῳδίων νῶτα. εἶτα κόγχοι καὶ κήρυκες ἦσαν [οἱ] ἐξ ἄστεος κομισθέντες, καὶ ἐπιχώριοι κοχλίαι καὶ μύκητες οἱ ἀπὸ τῶν κομάρων, καὶ σισάρων εὐκάρδιοι ῥίζαι ὄξεῖ δεδευμέναι καὶ μέλιτι· ἔτι μέντοι ὃ μάλιστα ἡδέως ἐφάγομεν, θριδακῖναι καὶ σέλινα· 〈π〉ηλίκαι δοκεῖς θριδακῖναι; πλησίον δὲ ἦν ὁ κῆπος, καὶ〉 ἑκάστη ‘ταύτην ἕλκυσονʼ ‘μὰ Δία ἀλλά μοι ταύτηνʼ ‘μὴ μὲν οὖν ἀλλὰ ἐκείνηνʼ ἐλέξαμεν ταῖς θεραπαινίσιν· ἦσαν δὲ αἱ μὲν εὔφυλλοι καὶ μακραί, αἱ δὲ οὖλαι 〈καὶ〉 βοστρύχοις ἐμφερεῖς, ἀλλὰ βραχεῖαι, ὑπόξανθος δέ τις τοῖς φύλλοις αὐτῶν 〈ἐν〉εκέχρωστο αὐγή· τὴν Ἀφροδίτην λέγουσι ταύτας φιλεῖν. ἐαρί- σασαι δʼ οὖν καὶ ἀναξανθεῖσαι τοὺς στομάχους ἐκραι- παλῶμεν μάλα νεανικῶς μέχρι 〈τοῦ〉 μηδὲ λανθάνειν ἀλλήλας θέλειν, μηδὲ αἰδουμένως τῆς ἀφροδίτης παρα- κλέπτειν· οὕτως ἡμᾶς ἐξεβάκχευσαν αἱ προπόσεις. μισῶ τὸν ἐκ γειτόνων ἀλεκτρυόνα· κοκκύσας ἀφείλετο τὴν παροινίαν. ἔδει ἀπολαῦσαί σε τῆς γοῦν ἀκοῆς τοῦ συμποσίου —τρυφερὸν γὰρ ἦν καὶ πρέπον ἐρωτικῇ ὁμιλίᾳ —εἰ καὶ μὴ τῆς παροινίας ἐδυνήθης· ἐβου- 10 |λόμην οὖν ἀκριβῶς ἕκαστα ἐπιστεῖλαι καὶ προὐτράπην· σὺ δὲ εἰ μὲν ὄντως ἔσχηκας μαλακῶς, ὅπως ἄμεινον ἕξεις σκόπει· εἰ δὲ τὸν ἐραστὴν προσδοκῶσα ἥξειν ἔνδον οἰκουρεῖς, οὐκ εὐλόγως οἰκουρεῖς. ἔρρωσο.