Ancient Greek · ~12 min
LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉
Alciphron, Epistulae 14 [Ι 39]. Μεγάρα Βακχίδι..1
Not analysed yet
Σοὶ μόνῃ ἐραστὴς γέγονεν, ὃν φιλεῖς οὕτως ὥστε μηδʼἀκαρῆ πως αύτοῦ διαζευχθῆναι δύνασθαι. τῆς ἀηδίας, δέσποινα Ἀφροδίτη. κληθεῖσα ὑπὸ Γλυκέρας ἐπὶ θυ- σίον ἐκ τοσούτου χρόνου —ἀπὸ τῶν Διονυσίων γὰρ ἡμῖν ἐπήγγειλεν —οὐχ ἥκεις, οἶμαι, διʼ ἐκεῖνον, οὐδὲ τὰς φίλας ἰδεῖν γυναῖκας ἀνασχομένη. σώφρων γέγονας σύ καὶ φιλεῖς τὸν ἐραστήν, μακαρία τῆς εὐφη- μίας· ἡμεῖς δὲ πόρναι καὶ ἀκόλαστοι. ὑπῆρξε καὶ Φίλωνι συκίνη βακτηρία· ὀργίζομαι γὰρ νὴ τὴν μεγάλην θεόν. πᾶσαι επαρῆμεν, θεττάλη, Μοσχάριον, Θαΐς, Ἀνθράκιον, Πετάλη, θρυαλλίς, Μυρρίνη, Χρυσίον, Εὐξίππη· ὅπου καὶ Φιλουμένη, καίτοι γεγαμημένη προσφάτως καὶ ζηλοτυπουμένη, τὸ[ν] καλὸν κατακοιμίσασα τὸν ἄνδρα ὀψὲ μὲν ὅμως δὲ παρῆν. σὺ δʼ ἡμῖν μόνη τὸν Ἄδωνιν περιέψυυχες, μή που καταλειφθέντα αὐτὸν ὑπὸ σοῦ τῆς Ἀφροδίτης ἡ Περσεφόνη πσαραλάβη. οἷον ἡμῶν ἐγέ- νετο τὸ συμπόσιον —τί γὰρ οὐχ ἅψομαί σου τῆς καρδίας; —ὅσων χαρίτων πλῆρες. ᾠδαὶ σκώμματα πότος εἰς ἀλεκτρυόνων ὠδὰς μύρα στέφανοι τραγήματα. ὑπόσκιός τισι δάφναις ἦν ἡ κατάκλισις· ἓν μόνον ἡμῖν ἔλιπε, σύ, τὰ δʼ ἄλλα οὔ. πολλάκις ἐκραιπαλήσαμεν, οὕτω δὲ ἡδέως ὀλιγάκις. τὸ δʼ οὖν πλείστην ἡμῖν παρασκευάσαν τέρψιν, δεινή τις φιλονεικία κατέσχε Θρυαλλίδα καὶ Μυρρίνην ὑπὲρ τῆς πυγῆς ποτέρα κρείττω καὶ ἁπαλωτέραν ἐπιδείξει. καὶ πρώτη Μυρ- ρίνη τὸ ζώνιον λύσασα —βόμβυξ δʼ ἦν τὸ χιτώνιον ―διʼ αὐτοῦ τρέμουσαν οἷόν τι μελίπηκτον γάλα τὴν ὀσφῦν ἀνεσάλευσεν, ἀποβλέπουσα εἰς τοὐπίσω πρὸς τὰ κινήματα τῆς πυγῆς· ἠρέμα δʼ οἷον ἐνεργοῦσά τι ἐρω- τικὸν ὑπεστέναξεν, ὥστε με νὴ τὴν Ἀφροδίτην κατα- πλαγῆναι. οὐ μὴν ἀπεῖπέ γε ἡ Θρυαλλίς, ἀλλὰ τῇ ἀκολασίᾳ παρευδοκίμησεν αὐτήν· ‘οὐ γὰρ διὰ παρα- πετασμάτων ἐγώʼ φησίν ‘ἀγωνιοῦμαι, οὐδὲ ἀκκιζομένη, ἀλλʼ οἷον ἐν γυμνικῷ· καὶ γὰρ οὐ φιλεῖ προφάσεις ἀγών’. ἀπεδύσατο τὸ χιτώνιον καὶ μικρὸν ὑποσιμώ- σασα τὴν ὀσφῦν ‘ἰδού, σκόπει τὸ χρῶμαʼ φησίν ‘ὡς ἄκρηβες, Μυρρίνη, ὡς ἀκήρατον, ὡς καθαρόν, τὰ παραπόρφυρα τῶν ἰσχίων ταυτί, [τὴν ἐπὶ τοὺς μηροὺς ἔγκλισιν,] τὸ μήτε ὑπέρογκον αὐτῶν μήτε τοὺς γελασίνους ἐπʼ ἄκρων. ἀλλʼ οὐ τρέμει νὴ Δίαʼ 〈φησὶν〉 ἅμʼ ὑπομειδιῶσα ‘ὥσπερ ἡ Μυρρίνης’. καὶ τοσοῦτον παλμὸν ἐξειργάσατο τῆς πυγῆς, καὶ ἅπασαν αὐτὴν ὑπὲρ τὴν ὀσφῦν τῇδε καὶ τῇδε ὥσπερ ῥέουσαν περιεδίνησεν, ὥστε ἀνακροτῆσαι πάσας καὶ νικῶν ἀπο- φήνασθαι τὴν Θρυαλλίδα. ἐγένοντο δὲ καὶ περιάλλων συγκρίσεις καὶ περὶ μασταρίων ἀγῶνες . . . . τῇ μὲν γὰρ Φιλουμένης γαστρὶ ἀντεξετασθῆναι οὐδʼ ἡτισοῦν ἐθάρ- σησεν· ἄτοκος γὰρ ἦν καὶ σφριγῶσα. καταπαννυ- χίσασαι δʼ σῦν καὶ τούς ἐραστὰς κακῶς εἰποῦσαι καὶ ἄλλων ἐπιτυχεῖν εὐξάμεναι —ἀεὶ γὰρ ἡδίων ἡ πρόσ- φατος ἀφροδίτη —ᾠχόμεθα ἔξοινοι, καὶ πολλὰ κατὰ τὴν ὁδὸν κραιπαλήσασαι ἐπεκωμάσαμεν Δεξιμάχῳ κατὰ τὸν χρυσοῦν στενωπόν, ὡς ἐπὶ τὴν Ἄγνον κατῇμεν, πλησίον τῆς Μενέφρονος οἰκίας. ἐρᾷ γὰρ αὐτοῦ Θαῒς κακῶς, καὶ νὴ Δία εἰκότως· ἔναγχος γὰρ πλούσιον κεκληρονόμηκε πατέρα τὸ μειράκιον. νῦν μὲν οὖν συγγνώμην ἔχομέν σοι τῆς ὑπεροψίας, τοῖς Ἀδωνίοις δὲ ἐν Κολλυτῷ ἐστιώμεθα παρὰ τῷ Θεττάλης ἐραστῆ· τὸν γὰρ τῆς Ἀφροδίτης ἐρώμενον ἡ Θεττάλη 〈περι〉- στέλλει. ὅπως δʼ ἥξεις φέρουσα κηπίον καὶ κοράλλιον καὶ τὸν σὸν Ἄδωνιν ὃν νῦν περιψύχεις· μετὰ γὰρ τῶν ἐραστῶν κραιπαλήσομεν. ἔρρωσο.