Ancient Greek · ~4 min
LIBER I. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΛΙΕΥΤΙΚΑΙ.
Alciphron, Epistulae 14 [I 11].
Not analysed yet
Θυναῖος Σκοπέλῳ. Ἀκήκοας ἀκουσμάτων βαρύτατον, ὦ Σκόπελε; στόλον Ἀθηναῖοι διανοοῦνται πέμπειν εἰς τὴν ὑπερορίαν ναυ- μαχεῖν ἐθέλοντες. καὶ ἤδη μὲν ἡ Πάραλος καὶ ἡ |Σαλαμινία αἱ μάλιστα ταχυναυτοῦσαι πρόδρομοι λύουσι [τῶν ᾐόνων] τὰ πρυμνήσια, τοὺς μαστῆρας [οἳ μέλ- λουσιν ἀπαγγέλλειν παρʼ οὗ καὶ ὅτε δεῖ ἀπιέναι πολε- μήσοντας,] ἐνθέμεναι. χρεία 〈δέ〉 ταῖς λοιπαῖς ναυσὶ τὸ στρατιωτικὸν τάγμα δεχομέναις ἐρετῶν πλειόνων καὶ οὐχ ἥκιστα ἐμπείρων ἀνέμοις καὶ κύμασιν ἀπομοά- χεσθαι. τί οὖν, ὦ βέλτιστε, δρῶμεν; φεύγομεν ἢ μέ- νομεν; ἀνδρολογοῦσιν ἐκ Πειραιῶς καὶ Φαληρόθεν καὶ 〈ἐκ〉 Σουνίου καὶ μέχρι τῶν αὐτῶ 〈τῷ〉 Γεραιστῷ προσοίκων χωρίων τοὺς τῆς θαλάττης ἐργάτας. πῶς δὲ κἂν ἡμεῖς οἱ μηδὲ τὴν ἀγορὰν εἰδότες ὑπομείναιμεν παρατάττεσθαι καὶ ὁπλομάχοις ἀνδράσιν ὑπηρετεῖν; δυοῖν δὲ ὄντοιν χαλεποῖν, τοῦ τε φεύγειν ἐπὶ τέκνοις καὶ γυναιξὶ τοῦ τε μέλλειν ξίφεσιν ὁμοῦ καὶ θαλάττῃ παραδιδόναι τὸ σῶμα, τοῦ μένειν ὄντος ἀλυσιτελοῦς τὸ φεύγειν ἐφάνη λυσιτελέστερον.