Ancient Greek
LIBER IV. 〈ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΕΤΑΙΡΙΚΑΙ.〉
Alciphron, Epistulae 19 [II 4]. Γλυκέρα ευάυδρρνι.1
Not analysed yet
Ἅς διεπέμψω μοι τοῦ βασιλέως ἐπιστολὰς εὐθὺς ἀνέγνων. μὰ τὴν Χαλλιγένειαν ἐν ἧς νῦν εἰμι κατευ- χαῖς ἔχαιρον, Μένανδρε, ἐκπαθὴς ὑπὸ ἡδονῆς γινομένη, καὶ τὰς παρούσας οὐκ ἐλάνθανον. ἦν δὲ ἢ τε μήτηρ μου καὶ ἡ ἑτέρα ἀδελφὴ Σὐφρόνιον καὶ τῶν φίλων ῆν οἶσθα· καὶ 〈γὰρ〉 παρὰ σοὶ ἐδείπνησε πολλάκις, καὶ ἐπῄνεις αὐτῆς τὸν ἐπιχώριον ἀττικισμόν, ἀλλʼὡς φοβού- μενος αὐτὴν ἐπαινεῖν, ὅθεν καὶ μειδιάσασα θερμότερόν σε κατεφίλησα. οὐ μέμνησαι, Μένανδρε; θεασάμεναι δέ με παρὰ τὸ εἰωθὸς καὶ τῷ προσώπῳ καὶ τοῖς ὀφθαλ- μοῖς χαίρουσαν ‘ὦ λυκέριονʼ ἤροντο, ‘τί σοι τηλι- κοῦτον γέγονεν ἀγαθόν, ὅτι καὶ ψυχῇ καὶ σώματι καὶ πᾶσιν ἀλλοιοτέρα νῦν ἡμῖν πέφηνας; καὶ τὸ σῶμα γεγάνωσαι καὶ διαλάμπεις ἐπιχάριτόν τι καὶ εὐκταῖον᾿, κἀγώ Μένανδρονʼ ἔφην ‘τὸν ἐμὸν [ὃν] ὁ Αἰγύπτου βασιλεὺς τολεμαῖος ἐπὶ τῷ ἡμίσει τῆς βασιλείας τρό- πον τινὰ μεταπέμπεταιʼ μείζονι τῇ φωνῇ φθεγξαμένη καὶ σφοδροτέρᾳ, ὅπως πᾶσαι ἀκούσωσιν αἱ παροῦσαι. καὶ ταῦτα ἔλεγον ἐγὼ διατινάσσουσα καὶ σοβοῦσα ταῖς χερσὶν ἐμαυτῆς τὰς ἐπιστολὰς σύν τῇ βασιλικῇ σφρα- γῖδι. ‘χαίρεις οὖν ἀπολειπομένη’; ἔφ[ρ]ασαν. τὸ δὲ οὐκ ἦν, Μένανδρε. ἀλλὰ τοῦτο μὲν οὐδενὶ τρόπῳ μὰ τὰς θεάς, οὐδʼ εἰ βοῦς μοι τὸ 〈δὴ〉 λεγόμενον φθέγ- ξαιτο, πεισθείην ἂν ὅτι βουλήσεταί μέ ποτε ἢ δυνή- σεται Μένανδρος ἀπολιπὼν ἐν Ἀθήναις λυκέραν τὴν ἑαυτοῦ μόνος ἐν Ἀίγύπτῳ βασιλεύειν μετὰ πάντων τῶν ἀγαθῶν. ἀλλὰ καὶ τοῦτό γε εἰδὼς ἐκ τῶν ἐπιστο- λῶν ὧν ἀνέγνων 〈δῆλος〉 ἦν ὁ βασιλεύς, τἀμὰ πεπυσ- μένος ὡς ἔοικε περὶ σέ, καὶ ἠρέμα διʼ ὑπονοιῶν Αἰ- γυπτίοις θέλων ἀστεισμοῖς σε διατωθάζειν. χαίρω διὰ τοῦτο, ὅτι πεπλεύκασι καὶ εἰς Αἴγυπτον πρὸς αὐτὸν οἱ ἡμέτεροι ἔρωτες· καὶ πείθεται πάντως ἐξ ὧν ἤκουσεν ἀδύνατα σπουδάζειν ἐπιθυμῶν Ἀθήνας πρὸς αὐτὸν δια- βῆναι. τί γὰρ Ἀθῆναι χάρις Μενάνδρου; τί δὲ Μέναν- δρος χωρὶς Γλυκέρας; ἥτις αὐτῷ καὶ τὰ προσωπεῖα δια- σκευάζω καὶ τὰς ἐσθῆτας ἐνδύω, κἀν τοῖς παρασκηνίοις ἕστηκα τοὺς δακτύλους ἐμαυτῆς πιέζουσα καὶ τρέ- μουσα, ἕως ἂν κροταλίσῃ τὸ θέατρον· τότε νὴ τὴν Ἄρ- τεμιν ἀναψψύχω καὶ περιβάλλουσά σε τὴν ἱερὰν [τῶν δραμάτων] ἐκείνην κεφαλὴν ἐναγκαλίζομαι. ἀλλʼ ὅ γε ταῖς φίλαις τότε χαίρειν ἔφην, τοῦτʼἦν Μένανδρε, ὅτι οὐκ ἄρα λυκέρα μόνον ἀλλὰ καὶ βασιλεῖς ὑπερ- θαλάσσ(ιροι ἐρῶσί σου, καὶ διαπόντιοι φῆμαι τὰς σὰς ἀρετὰς κατηγγέλκασι. καὶ Ἀῖγυπτος καὶ Vειλος καὶ Πρωτέως ἀκροωτήρια καὶ αἱ Φάριαι σκοπιαὶ επάντα μετέωρα νῦν ἐστι, βουλόμενα ἰδεῖν Μένανδρον καὶ ἀκοῦσαι φιλαργύρων καὶ ἐρώντων καὶ δεισιδαιμόνων καὶ ἀπίστων [καὶ πατέρων καὶ υἱῶν 〈καὶ γραῶν〉 καὶ θεραπόντων] καὶ παντὸς 〈τοῦ〉[ἐν]σκηνοβατουμένου· ὧν ἀκούσονται μέν, οὐκ ὄψονται δὲ Μένανδρον, εἰ μὴ ἐν ἄστει παρὰ λυκέρᾳ γένοιντο καὶ τὴν ἐμὴν εὐδαιμο- νίαν ἴδοιεν, τὸν πάντη διὰ τὸ κλέος αὐτοῦ Μένανδρον καὶ νύκτωρ καὶ μεθʼ ἡμέραν ἐμοὶ προσκείμενον. οὐ μὴν ἀλλʼ εἴγε ἄρα πόθος αἱρεῖ σέ τις καὶ τῶν ἐκεῖ ἀγαθῶν καὶ εἰ μηδενὸς ἄλλου τῆς γε Αἰγύπτου, χρή- μάτος μεγάλου, καὶ τῶν αὐτόθι πυραμίδων καὶ τῶν ἠχούντων ἀγαλμάτων καὶ τοῦ περιβοήτου λαβυρίνθου καὶ τῶν ἄλλων ὅσα ὑπὸ χρόνου ἢ τέχνης παρʼ αὐτοῖς τίμια, δέομαί σου Μένανδρε, μὴ ποιήσῃ με πρόφασιν· μηδέ με Ἀθηναῖοι διὰ ταῦτα μισησάτωσαν ἥδη τούς μεδίμνους ἀριθμοῦντες, οθς αὐτοῖς ὁ βασιλεὺς πέμψει διὰ σέ. ἀλλʼ ἄπιθι πᾶσι θεοῖς, ἀγαθῇ τύχς, δεξιοῖς πνεύμασι, Διὶ οὐρίῳ. ἐγὼ γάρ σε οὐκ ἀπολείψω. μὴ τοῦτο δόξης με λέγειν, οὐδʼ αὐτὴ δύναμαι κἂν θέλω· ἀλλὰ παρεῖσα τὴν μητέρα καὶ τὰς ἀδελφὰς ναυτὶς ἔσο- μαι συμπλέουσά σοι· καὶ σφόδρα τῶν εὐθαλάσσων γεγένημαι, εὖ [δʼ] οἶδα, κἂν ἐκκλωμένης κώπης ναυ- τιᾷς ἐγὼ [θεραπεύσω] θάλψύω σου τὸ ἀσθενοῦν τῶν πελαγισμῶν, ἄξω δέ σε ἄτερ μίτων Ἀριάδνη [|είς Ἀῖ- γυπτον], οὐ Διόνυσον ἀλλά Διονύσου θεράποντα καὶ |προφήτην. οὐδὲ ἐν Vάξῳ καὶ ἐρημίαις ναυτικαῖς ἀπολειφθήσομαι τὰς σὰς ἀπιστίας κλαίουσα καὶ ποτνιω- μένη. χαιρέτωσαν οἱ Θησεῖς ἐκεῖνοι καὶ τὰ ἄπιστα τῶν πρεσβυτέρων ἀμπλακήματα. ἡμῖν δὲ βέβαια πάντα, καὶ τὸ ἄστυ καὶ ὁ Πειραιεύς καὶ ἡ Ἀἴγυπτος. οὐδὲν χαρίον ἡμῶν τοὺς ἔρωτας οὐχὶ δέξεται πλήρεις· κἂν πέτραν οἰκῶμεν, εὖ οἶδα ἀφροδίσιον αὐτὴν τὸ εὔνουν ποιήσει. πέπεισμαι μήτε χρημάτων σε [μήτε] περιου- σίας μήτε πλούτου τὸ καθάπαξ ἐπιθυμεῖν, ἐν ἐμοὶ καὶ τοῖς δράμασι τὴν εὐδαιμονίαν κατατιθέμενον· ἀλλʼ οἱ συγγενεῖς, ἀλλʼ οἱ πατέρες, ἀλλʼ οἱ φίλοι, σχεδὸν οἰσθα πάντη ἐπάντες πολλῶν δέονται, πλουτεῖν θέλουσι καὶ χρηματίζεσθαι. σύ μὲν οὐδέποτε περὶ οὐδενὸς αἰτιάσῃ με οὕτε μικροῦ οὔτε μεγάλου, τοῦτο εὖ οἶδα, πάλαι μὲν ἡττημένος μου πάθει καὶ ἔρωτι, νῦν δὲ ῆδη καὶ κρίσιν προστεθεικὸς αὐτοῖς, ἦς μᾶλλον περιέχομραι, Μένανδρε, φοβουμένη τῆς ἐμπαθοῦς φιλίας τὸ ὀλιγο- χρόνιον· ἔστι γὰρ ὡς βίαιος ἡ ἐμπαθὴς φιλία οὕτω καὶ εὐδιάλυτος· οἷς δὲ παραβέβληή[ν]ται καί 〈τι〉 βου- λῆς, ἀρραγέστερον ἐν τούτοις ἥδη τὸ ἔργον 〈ὅν〉 οὕτε ἀμιγὲς ἡδονῆς ἔσται διὰ τὸ πάθος] οὔτε περιδεές. θήσει δὲ σὺ τὴν 〈αὐτὴν〉 γνώμην, ὅς γε πολλάκις περὶ τούτων αὐτὸς νουθετῶν με διδάσκεις. ἀλλʼ εἰ καὶ σὺ μή μέ τι μέμψῃ μηδὲ αἰτιάσῃ, δέδοικα τοὺς Ἀττικούς σφῆκας, οίτινες ἄρξονται πάντῃ μεπεριβομβεῖν ἐξιοῦσαν ὡς αὐτὸν ἀφρρημένην τῆς Ἀθηναίων πόλεως τὸν πλοῦ- τὸν. ὥστε δέομαί σου Μένανδρε, ἐπίσχες, μηδέ πω τῷ βασιλεῖ μηδὲν ἀντεπιστείλῃς. ἔτι βούλευσαι, περί- μεινον ἕως 〈ἃν〉 κοινῇ γενώμεθα [καὶ] μετὰ τῶν φίλων [καὶ] θεοφράστου καὶ Σπικούρου. τάχαγὰρ ἀλλοιότερα κἀκείνοις καὶ σοὶ φανεῖται ταῦτα. μᾶλλον δὲ [καὶ] θυσώμεθα καὶ ἴδωμεν τί λέγει τὰ ἱερά, εἴτε λῶον εἰς Ἀίγυπτον ἡμᾶς ἀπιέναι εἴτε μένειν. καὶ χρηστηριασ- θῶμεν εἰς Δελφοὺς πέμψαντες· πάτριος ἡμῖν ἐστι〈ν〉 ὁ〉 θεός. ἀπολογίαν ἕξομεν [καὶ πορευόμενοι καὶ μέ- νοντες] πρὸς ἀμφότερα τοὺς θεούς. μᾶλλον δὲ ἐγὼ τοῦτο ποιήσω· καὶ γὰρ ἔχω τινὰ νεωστὶ γυναῖκα ἀπὸ Φρυγίας ἥκουσαν εὖ μάλα τούτων ἔμπειρον, γαστρο- μαντεύεσθαι δεινὴν τῇ τῶν σπαρτῶν διατάσει νύκτωρ καὶ τῇ τῶν θεῶν δείξει· καὶ οὐ δεῖ λεγούσῃ πιστεύειν, ἀλλʼ ἰδεῖν, ὡς ἔφη. διαπέμψομαι πρὸς αὐτήν. καὶ γάρ, ὥς φασε, καὶ κάθαρσίν τινα δεῖ προτελέσαι τὴν γυναῖκα καὶ παρασκευάσαι τινὰ ζῶα [ίερεῦσαι] καὶ λιβανωτὸν ἄρρενα καὶ στύρακα μακρὸν καὶ πέμματα σελήνης καὶ ἄγρια φύλλα τῶν ἄγνων. οἶμαι δὲ καὶ σὲ φθήσεσθαι Πειραιόθεν ἐλθεῖν. ἢ δήλωσόν μοι σα- φῶς μέχρι τίνος οὐ δύνασαι λυκέραν ἰδεῖν, ἵνʼ ἐγὸ μὲν καταδράμω πρὸς σέ, τὴν δὲ Φρυγίαν ταύτην ἑτοι- μάσωμαι ἥδη. καὶ εἰ μελετῶν πειράζεις ἀπὸ σαυτοῦ 〈ἐ〉μὲ καὶ〉 τὸν ειραιᾶ καὶ τὸ[ν] ἀγρίδιον καὶ τὴν έουνυχίαν καὶ πάνταγ κατʼ ὀλίγον ὅπως ἐκπέσωσι τῆς ψυχῆς -οὐ δύναμαι ταῦτα ποιεῖν μὰ τούς θεούς, οὐδὲ σύ δύνασαι διαπεπλεγμένος ὅλως ἥδη μοι. κἂν οἱ βασιλεῖς ἐπιστείλωσι πάντες, ἐγὼ πάντων εἰμὶ παρὰ σοὶ βασιλικωτέρα καὶ εὐσεβεῖ σοι κέχρημαι ἐραστῇ καὶ ὅρκων ἐρῶν μνήμονι. ὥστε πειρῶ μᾶλλον, ἐμὴ φιλό- της, θᾶσσον εἰς ἄστυ παραγενέσθαι, ὅπως εἷ γε μετα- βουλεύσαιο περὶᾳ. τῆς πρὸς βασιλέα ἀρίξεως,. ἄχς εὐτρεπισμένα τὰ δράματα (καὶοο ἐξ αὐτῶν ἃ μάλιστα ὀνῆσαι δύναται τολεμαῖον καὶ τὸν αὐτοῦ Διόνυσον —οὐ δημοκρατικόν, ὡς οἶσθα —εἴτε θαῖδα εἴτε Μισούμενον εἴτε ὑρασυλέοντα ἕτε Ἐπιτρέποντας εἴτε Ῥπιζομένην εἴτε ικυών〈ιον, εἴθ’ ὅτι〉οῦν ἄλλο. τί δέ; ἐγὼ θρασεῖα καὶ τολμηρά τίς εἰμι τὰ Μενάνδρου διακρίνειν ἰδιῶτις οὖσα; ἀλλὰ σοφὸν ἔχω σου τὸν ἔρωτα καὶ ταῦτʼείδέναι δόνασθαι. σύ γάρ με ἐδίδαξας εὐφυᾶ γυναῖκα ταχέως παρʼ ἐρώντων μανθάνειν· ἀλλʼ εἰ κοινωνοῦσιν οἱ ἔρωτες σπεύδοντες, αἰδούμεθα 〈μὰ〉 τὴν Ἄρτεμιν ἀνάξιοι ὑμῶν εἶναι μὴ θᾶττον μανθά- νουσαι. πάντως 〈δέο〉 δέομαι, Μένανδρε, κἀκεῖνο παρα- σκευάσασθαι τὸ δρᾶμα ἐν ᾧ ἐμὲ γέγραφας, ἵνα κἄν μὴ παραγένωμαι σύν σοί, διὰ σοῦ πλεύσω πρὸς Πτολε- μαῖον, καὶ μᾶλλον αἴσθηταί ὁ βασιλεὺς ὅσον ἰσχύει καὶ παρὰ σοὶ γεγραμμένους φέρειν ἑαυτοῦ τοὺς ἔρω- τας ἀφεὶς ἐν ἄστει τοὺς ἀληθινούς. ἀλλ᾿ οὐδὲ τού- τους ἀφήσεις, εὖ ἴσθι· κυβερνᾶν ἢ πρῳρατεύειν, ἕως δεῦρο παραγίνῃ πρὸς ἡμᾶς Πειραιόθεν, μαθήσομαι, ἵνα σε ταῖς ἐμαῖς χερσὶν ἀκύμονα ναυστολήσω πλέουσα, εἰ τοῦτο ἄμεινον εἶναι φαίνοιτο. φανείη δέ, ὦ θεοὶ πάντες, ὃ κοινῇ λυσιτελήσει, καὶ μαντεύσαιτο ἡ Φρυγία τὰ συμφέροντα κρεῖσσον τῆς θεοφορουμένης σου κόρης. ἔρρωσο.