Ancient Greek · ~5 min
APPENDIX.
Alciphron, Epistulae APPENDIX.
Not analysed yet
Fragm. scriptoris incerti [fragm. 5]. Αἱ ἐν Κορίυθῳ ἑταῖραι ταῖς ἐν ἄστει χαίρειν. Οὐκ ἐπύθεσθε τὰ νεώτερα νῦν πράγματα; οὐκ ἠκούσατε καινὸν ἑταίρας ὄνομα; ὢ πόσον ἡμῖν ἐπιτε- τείχισται χρῆμα, Λαῒς ὑπὸ Ἀπελλοῦ τοῦ ζωγράφου θηριοτροφηθεῖσα. ἀθλίαι, κλείσατε τὰ ἐργαστήρια αὑ- τῶν, μᾶλλον δὲ καὶ ἑαυτὰς ἀποκλείσατε· μία νῦν ἐστιν ἡ τὴν Ἑλλάδα ὅλην διασοβοῦσα γυνή, μία· Λαῒς ἐν τοῖς κουρείοις, Λαῒς ἐν τοῖς θεάτροις, ἐν ταῖς ἐκκλη- σίαις, ἐν τοῖς δικαστηρίοις, ἐν τῇ βουλῇ, πανταχῆ· πάντες αὐτὴν λαλοῦσιν, νὴ τὴν Ἀφροδίτην, καὶ οἱ κωφοὶ διανεύουσιν ἀλλήλοις τὸ ἐκείνης κάλλος· οὕτω γλῶσσα γίνεται καὶ τοῖς λαλεῖν μὴ δυναμένοις Λαῒς. εἰκότως· ἐνδεδυμένη μὲν γὰρ εὐπροσωποτάτη ἐστίν, ἐκδῦσα δὲ ὅλη πρόσωπον φαίνεται, οὔτε κατάξηρος οὔτε κατάσαρκος, ἀλλ᾿ οἵας λέγομεν ἡμεῖς τὰς ἰσχνεγ- χύλους· τρίχες ἐνουλισμέναι φύσει, ξανθίζουσαι δὲ ἀφαρμάκευτα καὶ τῶν ἀκρωμίδων ὑπερκεχυμέναι μα- λακῶς. ὀφθαλμοὶ δὲ νὴ τὴν Ἄρτεμιν ὅλης σελήνης εὐκυκλότεροι· καὶ τὸ μέλαν αἱ κόραι μελάνταται καὶ τὸ κύκλῳ λευκὸν . . . . Etym. Gud. 342,36 τῷ Θηριππίδῃ ἐστὶ πατὴρ κυμινοκίμβιξ καὶ μόνον οὐ ταριχεύων τοὺς θαλλούς τῶν κραδῶν. Etym. Magn. 156,33 ὡς οὐκ οἶδ᾿ εἴ τις ἰχθὺς ὑπὸ τοῦ δελέατος τῆς ἡδονῆς ἠσπαλιεύθην καὶ ἐνείχετό μοι τὸ ἄγκιστρον. Etym. Magn. 438,16 σὺ δ᾿ αὐτόχρημα ὁ ἐκ Τροιζῆνος Ἱππόλυτος συνελ- κύσας τὰς ὀφρῦς καὶ τὸ χεῖλος δακὼν καὶ κάτω κύψας ὡς ἡρῷον ἡμᾶς ἄφθογγος παρατρέχεις.