Ancient Greek · ~4 min
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 19 [III 22]. Πολύαλσος Εὐσταφύλῳ.
Not analysed yet
Πάγην ἔστησα ἐπὶ τὰς μιαρὰς ἀλώπεκας κρεάδιον τῆς σκανδάλης ἀπαρτήσας. ἐπεὶ γὰρ ἐπολέμουν τὰς σταφυλάς, καὶ οὐ μόνον τὰς ῥᾶγας ἔκοπτον ἀλλʼ ἤδη καὶ ὁλοκλήρους ἀπέτεμνον τῶν οἰνάρων τοὺς βό- τρυς, ὁ δεσπότης δὲ ἐπιστήσεσθαι κατηγγέλλετο —ἀργαλέος ἄνθρωπος καὶ δριμύς, γνωμίδια καὶ προβου- λευμάτια συνεχῶς ἐπὶ τῆς Πνυκὸς Ἀθηναίοις εἰσηγού- μένος, καὶ πολλούς ἥδη διὰ σκαιότητα τρόπου καὶ δεινότητα ῥημάτων ἐπὶ τοὺς ἕνδεκα ἀγαγών —δείσας μή τι πάθοιμι κἀγὼ καὶ ταῦτα τοιούτου 〈τοῦ〉 δεσπό- του ὄντος, τὴν κλέπτιν ἀλώπεκα συλλαβὼν ἐβουλόμην παραδοῦναι. ἀλλʼ ἡ μὲν οὐχ ἧκε· Πλαγγὼν δὲ τὸ Μελιταῖον κυνίδιον, ὃ 〈ἐ〉τρέψομεν ἄθυρμα τῇ δε- σποίνῃ προσηνές, ὑπὸ τῆς ἄγαν λιχνείας ἐπὶ τὸ κρέας ὁρμῆσαν κεῖταί σοι τρίτην ταύτην ἡμέραν ἐκτάδην νεκρὸν ἤδη μυδῆσαν. ἔλαθον οὖν ἐπὶ κακῷ κακὸν ἀναρριπίσας. καὶ τίς παρὰ τῷ σκυθρωπῷ τῶν τοιού- των συγγνώμη; φευξόμεθα ᾗ ποδῶν ἔχομεν, χαιρέτω δὲ ὁ ἀγρὸς καὶ τἀμὰ πάντα. ὥρα γὰρ σώζειν ἑαυτόν, καὶ μὴ 〈τὸ〉 παθεῖν ἀναμένειν ἀλλὰ πρὸ τοῦ παθεῖν φυλάξασθαι.