Ancient Greek
LIBER II. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ ΕΠΙΣΤΟΛΑΙ ΑΓΡΟΙΚΙΚΑΙ.
Alciphron, Epistulae 20 [ΙΙΙ 23]. Θαλλὸς Πιτυΐσκῳ.
Not analysed yet
Πάντα φιλῶ τρυγᾶν —ἔστι γὰρ τὸ καρπῶν ἀπο- δρέπεσθαι πόνων ἀμοιβὴ δίκαιος —ἐξαιρέτως δὲ ἐθέλω βλίττειν τὰ σμήνη. ἔχων οὖν, σίμβλους ὑπὸ τῇ πέτρᾳ ἀποκλάσας, κηρία νεογενῆ, πρῶτον μὲν τοῖς θεοῖς ἀπηρξάμην, ἔπειτα δὲ τοῖς φίλοις ὑμῖν ἀπάρχομαι. ἔστι δὲ λευκὰ ἰδεῖν καὶ ἀποστάζοντα λιβάδας Ἀττικοῦ μέλιτος, οἷον αἱ Βριλήσσιαι λαγόνες ἐξανθοῦσι. καὶ νῦν μὲν ταῦτα πέμπομεν, [καὶ] εἰς νέωτα δὲ δέχοιο παρʼ ἡμῶν μείζω τουτωνὶ καὶ ἡδίονα.