Ancient Greek
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 9 ΙΙΙ 45]. Τραπεζολείκτης Ψιχίωνι.
Not analysed yet
Ἤλγησα, ὦ καλὲ Ψιχίων, ἀκούσας τὴν συμβᾶσάν σοι περὶ τὸ πρόσωπον συμφοράν. εἰ δὲ καὶ τοῦτον ἐγένετο τὸν τρόπον ὃν διηγήσατο ἡμῖν ἐπανελθοῦσα τοῦ συμποσίου ἡ Λειριόνη —λέγω δὴ τὴν παιδίσκην Φυλλίδος τῆς ψαλτρίας —πόλεμον ὑπέστης καὶ πόρ- θησίν καινὴν ἄνευ μηχανῆς καὶ ἑλεπόλεως. ἀκούω γὰρ τὸν καταπύγονα καὶ θηλυδρίαν περικατεάξαι σοι τὴν φιάλην, ὡς τὰ θραύσματα λωβήσασθαί σου τήν τε ῥῖνα καὶ τὴν δεξιὰν σιαγόνα, καὶ τοῦ αἵματος ἐνεχθῆ- ναι κρουνούς, οἵους ὕδατος αἱ ἐν Γερανείᾳ πέτραι σταλάττουσι. τίς ἔτι ἀνέξεται τῶν κακοδαιμόνων του- τωνί, τοσούτου τὸ γαστρίζεσθαι πωλούντων; ὠνούμεθα γὰρ κινδόνου τὸ ζῆν, καὶ τὸν ἐκ λιμοῦ θάνατον δε- διότες τὴν μετὰ κινδύνου πλησμονὴν ἀσπαζόμεθα.