Ancient Greek · ~4 min
LIBER ΙΙΙ. ΑΛΚΙΦΡΟΝΟΣ ΡΗΤΟΡΟΣ. ΕΠΙΣΤΟΔΑΙ ΠΑΡΑΣΙΤΩΝ.
Alciphron, Epistulae 10 [ΙΙΙ 46]. Στεμφυλοχαίρων Τραπεζοχάροντι.
Not analysed yet
Ὡς εὐτυχῶς, ὡς μακαρίως πέπραγα. ἐρήσῃ με ἴσως τίνα τρόπον, ὦ βέλτιστε Τραπεζοχάρων. ἐγὼ δῆτά σοι φράσω καὶ πρὶν ἐρέσθαι. ἦγε μὲν ἡ πόλις, ὡς οἶσθα, τὴν Κουρεῶτιν [ἑορτήν]· ἐγὼ δέ, παραληφθεὶς ἐπὶ δεῖ- πνον [τέρπειν], ὠρχούμην τὸν κόρδακα. οἱ δαιτυμόνες δὲ ἐκ φιλονεικίας ἔπινον, ἕως, τῆς ἁμίλλης εἰς ἄπειρον προχωρούσης, κῶμα κατέσχε τὸ συμπόσιον καὶ πάντας ὕπνος ὑπειλήφει νυστακτὴς ἄχρι καὶ αὐτῶν τῶν οἰκε- τῶν· ἐγὼ δὲ περιέβλεπον μὲν εἴ τι τῶν ἀργυρῶν σκευῶν ὑφελέσθαι δυναίμην· ὡς δὲ ταῦτα ἔτι νηφόν- των ἐξ ὀφθαλμῶν ἐγεγόνει καὶ ἦν ἐν ἀσφαλεῖ, τὸ χειρόμακτρον ὑπὸ μάλης λαβων ἐξηλλόμην ὡς ἐν τῇ φυγῇ τοῖν διαβάθροιν θάτερον ἀποβαλεῖν. ὅρα δέ, ὥς ἐστι πολυτελές, ὀθόνης Αἰγυπτίας καὶ ἁλουργοῦ πορφύρας τῆς Ἑρμιονίδος λεπτὸν εἰς ὑπερβολὴν καὶ πολύτιμον ὕφασμα. εἰ τοῦτο ἀδεῶς ἀπεμπολήσαιμι, γαστριῶ σε ἀγαγὼν ἐπὶ τὸν πανδοκέα Πιθακ〈ν〉ίωνα. πολλὰς γὰρ ὁμοῦ πολλάκις παροινίας ἀνέτλημεν, καὶ χρή σε τὸν κοινωνὸν τῶν δυστυχημάτων μερίτην γενέ- σθαι καὶ τῆς εὐτυχούσης ἡμέρας.