Ancient Greek
1.118.5
Alcmaeon Phil., Testimonia 1.118.5
Unproofread scanNot analysed yet
3 ἕτεροι δὲ τῶν αὐτῶν τούτων τὰς ἀρχὰς δέκα λέγουσιν εἶναι τὰς κατὰ συστοιχίαν λεγομένας, πέρας καὶ ἄπειρον, περιττὸν καὶ ἄρτιον, ἓν καὶ πλῆθος, δεξιὸν καὶ ἀριστερόν, ἄρρεν καὶ θῆλυ, ἥρεμόν καὶ κινούμενον, ἐνθὺ καὶ καμπύλον, φῶς καὶ σκότος, ἀγαθὸν καὶ κακόν, τετράγωνον καὶ ἐτερόμηκες. ὧνπερ τρόπον ἔοικε καὶ Ἀλκμαίων ὁ Κροτωνιάτης ὑπολαβεῖν, καὶ ἧτοι οὕτως παρ’ ἐκείνων ἢ ἐκεῖνοι παρὰ τούτων παρέλαβον τὸν λόγον τοῦτον· καὶ γὰρ ἐγένετο τὴν ἡλικίαν Ἀλκμαίων (νέος) ἐπὶ γέροντι Πυθαγόρᾳ, ἀπεφήνατο δὲ παραπλησίως τούτοις· φησὶ γὰρ εἶναι δύο τὰ πολλὰ τῶν ἀνθρωπίνων, λέγων τὰς ἐναντιότητας οὐχ ὥσπερ οὕτοι διωρισμένας ἀλλὰ τὰς τυχούσας, ὅλον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μέγα μικρόν. οὗτος μὲν οὖν ἀδιορίστως ἀπεφήμισε περὶ τῶν λοιπῶν, οἱ δὲ Πυθαγόρειοι καὶ πῶσαι καὶ τινες αἱ ἐναντιώσεις ἀπεφήναντο. παρὰ μὲν οὖν τούτων ἀμφοῖν τοσοῦτον ἐστι λαβεῖν, ὅτι τἀναντία ἀρχαὶ τῶν ὄντων [vgl. Arist. Schrift Πρὸς τὰ Ἀλκμαιωνος ἅ Diog. V 25]. ISOCR. 15, 268 τοὺς λόγους τῶν παλαιῶν σοφιστῶν, ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ Νείκος καὶ Φιλίαν ἐν αὐτοῖς, Ἰων δ’ οὐ πλείω τῶν τριῶν, Ἀλκμίων δὲ δύο μόνα.