Ancient Greek
1.119.2
Alcmaeon Phil., Testimonia 1.119.2
Unproofread scanNot analysed yet
5. THEORIP. de sens. 25 (D. 506) τῶν δὲ μὴ τῷ ὁμοίῳ ποιούντων τὴν αἴσθησιν Ἀ. μὲν πρῶτον ἀφορίζει τὴν πρὸς τὰ ζῷα διαφορὰν. ἄνθρωπον γὰρ φησι τῶν ἄλλων διαφέρειν ὅτι μόνον ξυνίησι, τὰ δ’ ἄλλα αἰσθάνεται μέν, οὐ ξυνίησι δέ, ὡς ἕτερον ὂν τὸ φρονεῖν καὶ αἰσθάνεσθαι, καὶ οὐ, καθάπερ Ἐμπεδοκλῆς, ταυτὸν· ἔπειτα περὶ ἑκάστης λέγει. ἀκούειν μὲν οὖν φησι τοῖς ὤσιν, διότι κενὸν ἐν αὐτοῖς ἐνυπάρχει· τούτῳ γὰρ ἔχειν (φθῆγγεσθαι δὲ τῷ κοίλῳ), τὸν ἀέρα δ’ ἀντηχεῖν. ὀσφραίνεσθαι δὲ ἡμῖν ἂμα τῷ ἀναπνεῖν ἀνάγοντα τὸ πνεῦμα πρὸς τὸν ἐγκέφαλον. γλώττῃ δὲ τοὺς χυμοὺς κρίνειν· χλιαρὰν γὰρ οὖσαν καὶ μαλακὴν τῇ θερμότητι· δέχεσθαι δὲ καὶ διαδιδόναι διὰ τὴν μανότητα καὶ ἀπαλότητα. ὀφθαλμοὺς δὲ ὁρᾶν διὰ τοῦ πέρῃ ὕδατος. ὅτι δ’ ἔχει πῦρ δῆλον εἶναι· πληγέντος γὰρ ἐκλάμπειν. ὅρᾶν δὲ τῷ στίλβοντι καὶ τῷ διαφανεῖ, ὅταν ἀντιλαίνη, καὶ ὅσον ἂν καθαρώτερον ἦ, μᾶλλον. ἀπάσας δὲ τὰς αἰσθήσεις συνῃρτήσθαι πῶς πρὸς τὸν ἐγκέφαλον· διὸ καὶ τηροῦσθαι κινουμένου καὶ μεταλλάττοντος τὴν χώραν· ἐπιλαμβάνειν γὰρ τοὺς πόρους, δι’ ὧν αἱ αἰσθήσεις. περὶ δὲ ἀφῆς οὐκ εἵρηκεν οὔτε πῶς οὔτε τίνι γίνεται. [ἀλλ’] Ἀ. μὲν οὖν ἐπὶ τοσοῦτον ἀφώριζεν.