Ancient Greek
2.116.28
Alcmaeon Phil., Testimonia 2.116.28
Unproofread scanNot analysed yet
τὰς ἐναντιότητας οὐχ ὥσπερ οὗτοι διωρισμένας ἀλλὰ τὰς τυχοῦσας, οἷον λευκὸν μέλαν, γλυκὺ πικρόν, ἀγαθὸν κακόν, μέγα μικρόν. οὗτος μὲν οὖν ἀδιόριστως ἀπέρριψε περὶ τῶν λοιπῶν. οἱ δὲ Πυθαγόρειοι καὶ πόσα καὶ τίνες αἱ ἐναντιώσεις ἀπεφήναντο. παρὰ μὲν οὖν τούτων ἀμφοῖν τοσοῦτον ἐστὶ λαβεῖν, ὅτι τάναντία ἀρχαὶ τῶν ὄντων [vgl. Arist. Schrift Πρὸς τὰ Ἀλκμαίωνος ὑ Diog. v 25]. ISOCR. 5 15, 268 τοὺς λόγους τῶν παλαιῶν σοφιστῶν. ὧν ὁ μὲν ἄπειρον τὸ πλῆθος ἔφησεν εἶναι τῶν ὄντων, Ἐμπεδοκλῆς δὲ τέτταρα καὶ Νείκος καὶ Φιλίαν ἐν αὐτοῖς, Ἰων δ’ οὐ πλεῖω τῶν τριῶν, Ἀλκμῶν δὲ δύο μόνα.