Ancient Greek
2.119.2
Alcmaeon Phil., Testimonia 2.119.2
Unproofread scanNot analysed yet
16. ARIST. de gen. an. Γ 2. 752b22 τοῖς μὲν γὰρ ζωιοτοκουμένοις ἐν ἄλλῳ μορίῳ γίνεται ἡ τροφή, τὸ καλούμενον γάλα, ἐν τοῖς μαστοῖς· τοῖς δ᾽ ὄρνισι τοῦτο ποιεῖ ἡ φύσις ἐν τοῖς ᾠοῖς. τοὐναντίον μέντοι ἢ οἱ τε ἄνθρωποι οἴονται καὶ Ἄ. φησὶν ὁ Κροτωνιάτης· οὐ γὰρ τὸ λευκὸν ἐστὶ γάλα, ἀλλὰ τὸ ὑχρόν. τοῦτο γὰρ ἐστὶν ἡ τροφὴ τοῖς νεοττοῖς· οἱ δ᾽ οἴονται τὸ λευκὸν διὰ τὴν ὁμοιό-τητα τοῦ χρώματος.