Ancient Greek
2.120.2
Alcmaeon Phil., Testimonia 2.120.2
Unproofread scanNot analysed yet
4. [22] AET. v 30, 1 (D. 442) Ἀ. τῆς μὲν ὑγείας εἶναι συνεκτικὴν τὴν ἰσονομίαν τῶν δυνάμεων, ὑγροῦ, ξηροῦ, ψυχροῦ, θερμοῦ, πικροῦ, γλυκέος καὶ τῶν λοιπῶν, τὴν δ’ ἐν αὐτοῖς μοναρχίαν νόσου ποιητικήν· φθοροποιῶν γὰρ ἑκάτερον μοναρχίαν. καὶ νόσον συμπίπτειν ὡς μὲν ὑφ’ οὐ ὑπερβολῆι θερμοῆτος ἢ ψυχρότητος, ὡς δὲ ἐξ οὐ διὰ πλήθος σίτων ἢ ἔνδειαν, ὡς δ’ ἐν οἷς ἢ αἷμα ἢ μυελὸν ἢ ἐγκέφαλον. ἐγγίνεσθαι δὲ τούτοις ποτὲ κἀκ τῶν ἔξωθεν αἰτίων, ὑδάτων ποιῶν ἢ χώρας ἢ κόπων ἢ ἀνάγκης ἢ τῶν τούτοις παραπλησίων. τὴν δὲ ὑγείαν τὴν σύμμετρον τῶν ποιῶν κράσιν. Vgl. Hipp. d. prisc. med. 14. 1 16, 2 Kühlew. Plato Symp. 186 CD.