Ancient Greek
1.1
Alexander, Ek Ton Alexandrou 1.1
Unproofread scanNot analysed yet
'O 'Aλέξανδρος φησιν, ὡς δύο ὄντων τῶν ἀνωτάτω προβλημάτων, θέσεως τε καὶ ὑποθέσεως, καὶ τῆς μὲν θέσεως ζητήσεως οὐσης καθολικῆς ἄνευ προσώπου ὁρισμένου, ὑποθέσεως δὲ ζητήσεως ἐπὶ μέρους ἐν ὡρισμένοις προσώποις, τρεῖς αἱ διαφοραὶ κατὰ τὴν φύσιν· ἱποῦσι γὰρ ἅπαντες περὶ τῶν ἤδη γεγονότων ἢ περὶ 332 ὧν μελλόντων ἔσεσθαι ἢ περὶ τῶν ὄντων· οὕκοὺν τῶν ὁλιτικῶν λόγων τρεῖς εἰσὶν ὑποθέσεις, ἐγκώμιον, συμ- 10 βουλή, δίκη. διαφέρουσι δ' αὐταὶ ἀλλήλων τοῖς χρόνοις, 'οἷς πράγμασι, τοῖς τέλεσι, τοῖς ἄκροαταῖς, ἐφ' ὧν οἱ λόγοι γίγνονται. τοῖς μὲν δή χρόνοις διαφέρουσι, ὅτι αἱ μὲν εἰσὶν αἱ δίκαι [καὶ] περὶ τῶν ἤδη γεγονότων, αἱ δὲ συμβουλαὶ περὶ τῶν μελλόντων, οἱ δὲ ἐπαῖνοι περὶ τῶν 15 ὄντων καὶ τῶν ἐσομένων· ἐπαινοῦμεν γὰρ οὐ μόνον εἴ τις ἐστὶν ἀγαθός, ἀλλὰ καὶ [εἰ] προσδοκῶντες ἐσεσθαι. τῇ δὲ τῶν χρόνων διαφορᾷ ἑπεται καὶ ἡ τῶν πραγμάτων· τὰ μὲν γὰρ γέγονε πράγματα, τὰ δὲ μέλλει, τὰ δ' ἐνέστηκεν. ἐτι δ' ἐστι τοῦ μὲν ἐγκωμίου ἐπαῖνος καὶ 20 ψόγος, τῆς δὲ δίκης ἀπολογία καὶ κατηγορία, τῆς δὲ συμβουλῆς προτροπή καὶ ἀποτροπή. τοῖς δὲ ἄκροαταῖς,