Ancient Greek
2.2
Alexander, Ek Ton Alexandrou 2.2
Unproofread scanNot analysed yet
ΔΙΑΦΟΡΑ ΕΠΑΙΝΟΥ ΚΑΙ ΕΓΚΩΜΙΟΥ. Τινὲς μὲν οὖν οἴονται ἀδιάφορον εἶναι ἐπαῖνον ἢ 10ἐγκώμιον εἰπεῖν, ὡς ταὐτὸ δηλούντων ἀμφοτέρων τῶν ὀνομάτων, τινὲς δὲ διαφέρειν φασί· τὸν μὲν γὰρ ἐπαῖνον εἶναι μαρτυρίαν τινὸς ἀπ’ ἀρετῆς, ἐὰν ἀπὸ μιᾶς ἀρετῆς ἐπαινοῖτο, ὥσπερ τοῦ Ἀριστείδου καὶ τὴν ἐπωνυμίαν ἐπαῖνον εἶναι· δίκαιον γὰρ αὐτὸν ἐπονομασθῆναι, καὶ 15ἄλλον χρηστὸν καὶ ἄλλον παρρησιαστήν· τὸ δὲ ἐγκώμιον σεσωματοποιημένον εἶναι· ἐγκωμιάζεσθαι γὰρ οὐ μόνον τὸν δίκαιον λέγομεν, ἀλλὰ καὶ τὸν πολλαῖς ἀρεταῖς κεκοσμημένον, ὧν ἑκάστη κατὰ λέξιν ἐν τοῖς ἐγκωμίοις λέγεται, οἷον γένος, παιδεία, τροφή, πράξεις, [ἀπόγο- 20νοι,] εὐκλεῆς θάνατος· τὸ γὰρ πᾶν τοῦτο σώματος ἐγκώμιον εἶναι φασί. καὶ διαστέλλουσί γε τὸ κλεὸς καὶ τὴν δόξαν καὶ τὸ ἐπίσημον εἶναι καὶ εὐκλεῆ καὶ ἐπίδοξον· κλεὸς γὰρ εἶναι φασὶ τὴν ἀπ’ ἀρετῆς ἐπιφάνειαν, καὶ εἴ παρ’ ὀλίγοις τισὶ μαρτυρεῖται, δόξαν δὲ τὴν παρὰ πολ- 334λοῖς ἐπιφάνειαν. καὶ ἡ μὲν πάντως ἀπ’ ἀρετῆς γίνεται, 26ἐπίσημον δ’ εἶναι μὴ πάντως τὸ ἀπ’ ἀρετῆς, ἀλλὰ καὶ ἀπὸ τέχνης τινὸς καὶ ἐπιτηδεύματος, ὅθεν καὶ κιθαρωδὸν ἐπίσημον λέγομεν καὶ αὐλητήν. ἕτεροι δὲ ἐπαῖνον διαφέρειν ἐγκωμίου ἡγοῦνται τῷ μεγέθει καὶ τῷ πλήθει· 30τὸν μὲν γὰρ σύντομόν τινα καὶ ἁπλοῦν εἶναι, τὸ δ’ ἐγκώμιον πολὺ καὶ μέγα ἐν κατασκευαῖς γινόμενον· οἱ δ’ ὀρθοτέραν εἰπόντες διαφορὰν ἐκείνην φασίν, ὡς δια-