Ancient Greek
4.1
Alexander, Ek Ton Alexandrou 4.1
Unproofread scanNot analysed yet
ζητοῦντες. ἔνιοι δὲ οὕτως ὁρίζονται, ἐπαῖνος μὲν ἔστι λόγος ἐμφανίζων μέγεθος ἀρετῆς, ἐγκώμιον δὲ λόγος ἐμφανίζων πράξεις καλὰς, καὶ ὅτι τοὺς μὲν θεοὺς ἐπαινοῦντες τὴν παροῦσαν ἀρετὴν πειρώμεθα σημαίνειν, ἐγκωμιάζομεν δὲ ἀνθρώπους, οἷον τοὺς ἐν Μαραθῶνι μαχεσαμένους ἢ ἐν Σαλαμίνι· πράξεις γὰρ ἀποφαίνομεν καλὰς. καὶ τὴν εὐλογίαν δὲ φασιν εἶδος ἐπαίνου, δυναμενον καὶ ἐν ποιήμασι καὶ ἐν μέλεσι λέγεσθαι, καὶ μὴ πάντως ἐν λόγοις. περιαντολογίαν δ’ ἐπαῖνον ἀπ’ αὐτοῦ τινὸς γιγνόμενον περὶ αὐτοῦ, οἷον τὸ τοῦ Ἀχιλλέως παρὰ τῷ ποιητῇ, οἷον οὐχ ὁρᾷς οἷος κἀγὼ καλὸς τε μέγας τε. πῶς δ’ ἂν τις ἑαυτὸν ἀνεπαχθῶς ἐπαινέσειεν, ἐν τοῖς ἑξῆς δηλωθήσεται. ὕμνον δὲ φασιν ἐπαῖνον εἶναι θεοῦ. ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν, ἀφ’ ὧσων θεὸς ἐπαινεῖται.