Ancient Greek
6.1
Alexander, Ek Ton Alexandrou 6.1
Unproofread scanNot analysed yet
ΑΛΕΞΑΝΔΡΟΥ ΠΕΡΙ ΡΗΤΟΡ. ΑΦΟΡΜΩΝ. εἴδ’ ὅσα κατώρθωται διὰ τῆς τέχνης, ἣν μεταχειρίζεται καὶ ἡς προέστηκεν. εἶτα τίνα εὐρήματα ἐγένετο τοῦ θεοῦ ἢ λέγονται. εἶτα εἰ τινα ἐν θεοῖς αὐτοῦ ἢ πρὸς θεοὺς ἔργα, ὥσπερ τῷ Διὶ ἡ ἀρχή, καὶ τῷ Ἑρμῇ ἡ κηρυκεία. 5 εἶτα ποιαπὸς πρὸς τοὺς ἀνθρώπους ἐφάνη, ἔνθα δὴ ἡ φιλανθρωπία. εἶτα τίνα αὐτοῦ ζῷα ἱερὰ, τίνα δένδρα, τίνα χωρία, καὶ εἰ τινες ἐπιδημίαι καὶ ξενίαι ἀντὶ τῆς ὑποδοχῆς δοθέντα καὶ μετὰ τίνων θεῶν ἐστιν, ὡς Ἀπόλλων μετὰ τῶν Μουσῶν.