Ancient Greek
321.1
Alexander Lyr. et Trag., Fragmenta 321.1
Unproofread scanNot analysed yet
νος μὴ ἂν ποτε τελέσειν αὐτὸν τόνδε τὸν ἄθλον. Ἀντιλέων δὲ χρῦφα τὸ φρούριον ὑπελθὼν καὶ λοχήσας τὸν φύλακα τοῦ κώδωνος κατακταίνει, καὶ ἐπειδὴ ἀφίκετο πρὸς τὸ μειράκιον ἐπιτελέσας τὴν 5 ὑπόσχεσιν ἐν πολλῇ αὐτῷ εὐνοίᾳ ἐγένετο, καὶ ἐκ τοῦδε μάλιστα ἀλλήλους ἐφίλουν. ἐπεὶ δὲ ὁ τύραννος τῆς ὥρας ἐγλίχετο τοῦ παιδὸς καὶ οἷός τε ἦν αὐτὸν βίᾳ ἄγεσθαι, δυσανασχετήσας ὁ Ἀντιλέων ἐκείνῳ μὲν παρεκελεύσατο μὴ ἀντιλέγειν κινδυνεύειν, 10 αὐτὸς δὲ οἴκοθεν ἐξιόντα τὸν τύραννον προσδραμὼν ἀνεῖλεν· καὶ τοῦτο δράσας δρόμῳ ἵετο καὶ διέφυγεν ἂν, εἰ μὴ προβάτοις συνδεδεμένοις ἀμμιπεσὼν ἐχειρώθη. διὸ τῆς πόλεως εἰς τὰρχαῖον ἀποκαταστάσεως ἀμφοτέροις παρὰ τοῖς Ἡρακλεώταις 15 ἐτέθησαν εἰκόνες χαλκαῖ, καὶ νόμος ἐγράφη μηδένα ἐλαύνειν τοῦ λοιποῦ πρόβατα συνδεδεμένα.