Ancient Greek
324.3
Alexander Lyr. et Trag., Fragmenta 324.3
Unproofread scanNot analysed yet
5 Καθ' ὃν δὲ χρόνον ἐπὶ Ναξίους Μιλῆσιοι συνἔβησαν σὺν ἐπικούροισ καὶ τεῖχος πρὸ τῆς πόλεως ἐνοικοδομησάμενοι τὴν τε χώραν ἔτεμον καὶ καθείξαντες τοὺς Ναξίους ἐφρούρουν, τότε παρθένος ἀπολειφθεῖσα κατὰ τινα δαίμονα ἐν Ἀηλίῳ ἱερῷ, ὃ 10 πλησίον τῆς πόλεως κεῖται, Πολυκρίτη ὄνομα αὐτῇ, τὸν τῶν Ἑρυθραίων ἡγεμόνα Διόγνητον εἶλεν, ὃς οἰκείαν δύναμιν ἔχων συνεμάχει τοῖς Μιλησίοις. πολλῷ δὲ ἐνεχόμενος πόθῳ διεπέμπετο πρὸς αὐτήν· οὐ γὰρ δή γε θεμιτὸν ἦν ἱκέτιν οὕσαν ἐν τῷ 15 ἱερῷ βιάζεσθαι. ἡ δὲ ἕως μὲν τινος οὐ προσίετο τοὺς παραγινομένους· ἐπεὶ μέντοι πολλὺς ἐνέκειτο, οὐκ ἔφη πεισθήσεσθαι αὐτῷ, εἰ μὴ ὁμόσειεν ὑπηρετήσειν αὐτῇ ὃ τι ἂν βουληθῇ. ὁ δὲ Διόγνητος οὐδὲν ὑποτοπήσας τοιόνδε μᾶλα προθύμως ὤμοσεν 20 Ἀρτέμιν, χαριεῖσθαι αὐτῇ ὃ τι ἂν προαιρῆται· κατομοσαμένου δὲ ἐκείνου καὶ λαβομένη τῆς χειρὸς αὐτοῦ ἡ Πολυκρίτη μιμνήσκεται περὶ προδοσίας τοῦ χωρίου, καὶ πολλὰ καθικετεύει αὐτὴν τε οἰκτείρειν καὶ τὰς συμφοράς τῆς πόλεως. ὁ δὲ Διόγνητος 25 ἀκούσας τοῦ λόγου ἐκτὸς τε ἔγμετο αὐτοῦ καὶ σπασάμενος