Ancient Greek
342.2
Alexander Lyr. et Trag., Fragmenta 342.2
Unproofread scanNot analysed yet
Περὶ Φαύλου κέ. Ἱστορεῖ Φύλαρχος. Φάυλλος δὲ τύραννος ἠράσθη τῆς Ἀρίστωνος γυναικός, ὃς Οἰταίων προστάτης ἦν· οὗτος διαπεμπόμενος πρὸς αὐτὴν χρυσόν τε πολὺν καὶ ἄργυρον ἐπηγγέλλετο δώσειν εἰ τέ τινος ἄλλου δέοιτο φράζειν ἐκέλευεν ὡς οὐχ ἀμαρτησομένην. τὴν δ’ ἄρα πολὺς εἶχε πόθος ὁμοῦ τοῦ τότε κειμένου ἐν τῷ τῆς Προνοίας Ἀθηνᾶς ἱερῷ, ὃν εἶχε λόγος Ἐριφύλης γεγονέναι, ἱξίου τε ταύτης τῆς δωρεᾶς τυχεῖν. Φάυλλος δὲ τὰ τε ἄλλα κατασῦων ἐκ Δελφῶν ἀναθήματα ἀναιρεῖται καὶ τὸν ὁμόν. ἐπεὶ δὲ διεχομίσθη εἰς οἶκον τὸν Ἀρίστωνος, χρόνον μὲν τινα ἐφόρει αὐτὸν ἡ γυνὴ μᾶλα περίπυστος οὖσα, μετὰ