Ancient Greek
346.2
Alexander Lyr. et Trag., Fragmenta 346.2
Unproofread scanNot analysed yet
7 Περὶ Κελτίνης Λέγεται δὲ καὶ Ἥρακλέα, ὅτε ἀπ’ Ἑρυθείας τὰς Γηρόνου βοῦς ἤγαγεν, ἀλόμενον διὰ τῆς Κελτῶν χώρας ἀφικέσθαι παρὰ Βρεταννόν· τῷ δὲ ἤρα ἐπά- 10 χειν θυγατέρα Κελτίνην ὄνομα· ταύτην δὲ ἐρασθεῖσαν τοῦ Ἡρακλέους καταχρύψαι τὰς βοῦς μὴ θέλειν τε ἀποδοῦναι εἰ μὴ πρότερον αὐτῇ μιχθῆναι· τὸν δὲ Ἥρακλέα τὸ μὲν τι καὶ τὰς βοῦς ἐπειγόμενον ἀνασώσασθαι, πολλῷ μᾶλλον μέντοι τὸ κάλλος 15 ἐκπλαγέντα τῆς κόρης συγγενέσθαι αὐτῇ· καὶ αὐτοῖς χρόνον περιήκοντος γενέσθαι παῖδα Κελτόν, ἀφ’ οὗ δὴ Κελτοὶ προσηγορεύθησαν.