Ancient Greek
77.2
Alexander Lyr. et Trag., Fragmenta 77.2
Unproofread scanNot analysed yet
Οἱ δ’ ἐπιθύνουσιν βουσὶν λίες Κάπροι τε λίες τε. ΞΕΝΙΟΣ 1). 1 ΠΕΡΙ ΤΩΝ ΑΛΕΥΑΔΩΝ. 1) ΠΕΡΙ ΙΣΘΜΙΩΝ Athenaeus lib. IV p. 182 e: Εὐφορίων δὲ ὁ ἐποποιὸς ἐν τῷ περὶ Ἰσθμίων, οἱ νῦν, φησί, καλούμενοι ναβλισται καὶ πανδουρισται καὶ σαμβυκισται καινῷ μὲν οὐδενὶ χρῶνται ὀργάνῳ· τὸν γὰρ βάρυμον καὶ βάρβιτον, ὧν Σαπφῶ καὶ Ἀνακρέων μνημονεύουσι, καὶ τὴν μάγαδιν καὶ τὰ τρίγωνα καὶ τὰς σαμβύκας ἀρχαῖα εἶναι· ἐν γοῦν Μιτυλήνῃ μίαν τῶν Μουσῶν πεποιηθῆναι ὑπὸ Ἀεσβοθέμιδος ἔχουσαν σαμβύκην. Eadem fere leguntur lib. XIV p. 635 a: Εὐφορίων δ' ἐν τῷ περὶ Ἰσθμίων παλαιὸν μὲν φησιν ὄργανον εἶναι τὴν μάγαδιν, μετασκευασθῆναι δ' ὅψέ ποτε καὶ σαμβύκην μετονομασθῆναι. πλεῖστον δ' εἶναι τοῦτο τὸ ὄργανον ἐν Μιτυλήνῃ, ὡς καὶ μίαν τῶν Μουσῶν ἔχουσαν αὐτὸ ὑπὸ Ἀεσβοθέμιδος ποιηθῆναι ἀρχαίου ἀγαλματοποιοῦ. Ibid. f: Εὐφορίων τε ἐν τῷ περὶ Ἰσθμίων τὰ πολύχορδά φησι τῶν ὀργάνων ὀνόμασι μόνον παρηλλάχθαι, παμπάλαιον δ' αὐτῶν εἶναι τὴν χρῆσιν.