Ancient Greek · ~7 min
1 to 14
Alexander of Aphrodisias, De anima libri mantissa 1-21-14
Not analysed yet
Τὸ θῆλυ καὶ τὸ ἄρρεν οὔ φησιν Ἀριστοτέλης διαφορὰς εἰδοποιοὺς εἶναι τοῦ ζῴου, ὅτι καθόλου αὗταί εἰσιν διαιρετικαὶ τῶν γενῶν εἰς τὰ εἴδη διαφοραί, αἳ ἔχουσαι ἐναντίωσιν καὶ ἀντίθεσιν κατὰ τὸν λόγον, αἱ δὲ ὑλικαὶ διαφοραὶ καὶ τὰ τοῦ ὑποκειμένου πάθη οὐ ποιοῦσιν ἕτερα τῷ εἴδει. διὰ τοῦτο τὸ λευκὸν καὶ τὸ μέλαν, καίτοι ἐναντία ὄντα, οὐ ποιεῖ σώματος εἰδικὴν διαίρεσίν τε καὶ διαφοράν. πάθη γὰρ ταῦτα τοῦ ὑποκειμένου, ἀλλ᾿ οὐ τοῦ κοινοῦ εἴδους τε καὶ λόγου τοῦ σώματος διαίρεσις. ἐπεὶ τοίνυν καὶ τὸ θῆλυ καὶ τὸ ἄρρεν κατὰ πάθος ὑλικὸν τὴν διαφορὰν ἔχει, οὐ ποιεῖ τὰ ζῷα τῷ εἴδει διάφορα. πέψει γὰρ καὶ ἀπεψίᾳ καὶ θερμότητι καὶ ψυχρότητι τῆς ὑποκειμένης ὕλης ἡ τούτων διαφορά. οὐ γάρ ἐστι ταῦτα τὰ πάθη οἰκεῖα τοῦ ζῴου κατὰ τὴν οὐσίαν καὶ τὸν λόγον, ἀλλὰ κατὰ τὸ ὑποκείμενον καὶ τὴν ὕλην καὶ τὸ σῶμα. διὸ τὸ αὐτὸ σπέρμα καὶ θῆλυ καὶ ἄρρεν οἷόν τε γενέσθαι, ἀλλ᾿ οὐ λογικὸν ἢ ἄλογον ἢ πτηνὸν ἢ χερσαῖον. διὰ τὴν αὐτὴν δὲ αἰτίαν καὶ οἱ καθ᾿ ἕκαστα ἄνθρωποι καίτοι διαφέροντες ἀλλήλων οὐκ εἰσὶν ἕτεροι κατὰ τὸ εἶδος. ὑλικοῖς γὰρ πάθεσιν διαφέρουσιν ἀλλήλων, ἀλλ᾿ οὐ κατὰ τὸν λόγον καὶ τὴν ἐν τούτῳ διαφοράν, ποιότητι γὰρ σαρκῶν καὶ ποσότητι καὶ τοῖς τοιούτοις. διάφορος οὖν ὁ χαλκοῦς κύκλος καὶ ξύλινος, οὐχ ἕτεροι τῷ εἴδει, ὅτι κατὰ τὸ ὑποκείμενον αὐτοῖς, οὐ κατὰ τὸν λόγον ἡ διαφορά. οὕτως δὲ καὶ ἐπὶ τῶν ἀτόμων ἀνθρώπων. ἡ γὰρ ἐν τῷ λόγῳ ἐναντίωσις εἴδη διαφέροντα γεννᾷ, οὐχὶ τὰ κατὰ τὸ ὑλικὸν πάθη. καὶ τὸ ἄρρεν δὴ καὶ τὸ θῆλυ, ἐπεὶ μὴ κατὰ τὸν λόγον, ἀλλὰ κατὰ πάθος ὑλικὸν διαφέρουσιν, οὐχ ἕτερα τῷ εἴδει. ὅτι δὲ μή εἰσιν διαιρετικαὶ διαφοραὶ καὶ εἰδοποιοὶ τὸ ἄρρεν καὶ τὸ θῆλυ καὶ ἐκ τούτων δῆλον.