Ancient Greek
1 to 16
Alexander of Aphrodisias, De anima libri mantissa 1-22-16
Not analysed yet
Περὶ τοῦ ἐφ᾿ ἡμῖν ἐλέγετό τις καὶ τοιάδε δόξα. εἰ ἡ μὲν φύσις οὐχ ὁμοία πάντων, ἀλλ᾿ ἔχει διαφοράν (φύσει γὰρ εὐφυεῖς τινες, οἱ δ᾿ ἀφυεῖς· μεγίστην δὲ ἰσχὺν ἡ φύσις ἔχει πρὸς τὸ τοίους ἢ τοίους γίνεσθαι, μετὰ δὲ τὴν φύσιν τὰ ἔθη, ἐξ ὧν ἀμφοτέρων καὶ ἡ προαίρεσις ποιὰ γίνεται), πῶς ἔτι ἔσται ἐφ᾿ ἡμῖν ἡ προαίρεσις, ὅλως ἀπορήσειεν ἄν τις. καὶ γάρ, εἰ καὶ τὴν διδασκαλίαν αἰτιῷτο, οὐδὲ τὸ μαθεῖν ἐφ᾿ ἡμῖν, λέγω δὲ τὸ τοιοῦτον ἐφ᾿ ἡμῖν, οὗ καὶ τὸ ἀντικείμενον δυνατόν τέ ἐστι καὶ ἐφ᾿ ἡμῖν, . ἔτι δὲ μᾶλλον ἀποροῖτ᾿ ἂν τοῦτο, εἰ μηδὲν ἀναιτίως γίνοιτο· καὶ αὐτὸ ἅπασιν ἐδόκει. δεῖ γὰρ τῶν ἐπὶ τοῦ παρόντος ὑφ᾿ ἡμῶν γιγνομένων προϋπάρχειν τὸ αἴτιον, ἀδύνατον δέ ἐστι τὴν αὐτὴν αἰτίαν εἶναι τῶν ἀντικειμένων, ἀλλ᾿, εἰ τοῦτο, ἐξ ἀνάγκης πάντα τὰ γιγνόμενα γίγνεται. προκαταβέβληται γὰρ αὐτῶν τὰ αἴτια. τοῦτο δὴ οὕτως ἔχειν ἀναγκαῖόν ἐστιν, ἐὰν μή τις ἀναίτιος κίνησις εὑρεθῇ. εὑρίσκεται δὲ καὶ ἔστιν. οὖ δειχθέντος καὶ τὸ ἐφ᾿ ἡμῖν σωθήσεται καὶ τὸ αὐτόματον καὶ τὰ ἐπὶ τῇ τύχῃ. δοκεῖ δὲ καὶ Ἀριστοτέλει εἶναί τις ἀναίτιος κίνησις ὡς ἐν τῷ πέμπτῳ λέγεται τῶν Μετὰ τὰ φυσικά. ἡ δὲ κατασκευὴ τοῦ εἶναι ἀναίτιον κίνησίν ἐστιν, εἰ δειχθείη ἐν τοῖς οὖσιν τὸ μὴ ὂν παρεσπαρμένον πως αὐτοῖς καὶ συνοδεῦον. εἰ γάρ ἐστίν πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν, ἔστι τὸ κατὰ συμβεβηκὸς ὄν. τὸ γὰρ μὴ ὄν, συμβέβηκεν εἶναι λεγόμενον κατὰ συμβεβηκός τι ὄν, εἴη ἄν τις καὶ κίνησις ἀναίτιος, οὗ ὄντος δεδειγμένον ἂν εἴη τὸ προκείμενον. ὅτι δέ ἐστί πως τὸ μὴ ὂν ἐν τοῖς οὖσιν ἐνεργείᾳ, εὐκόλως ἄν τις ἐπιστήσας μάθοι. εἰ γὰρ τῶν ὄντων τὰ μέν ἐστιν ἀίδια, ἄλλα δὲ φθειρόμενα, οὐ παῤ ἄλλην τινὰ ἂν αἰτίαν ἡ διαφορὰ τούτων ἐν αὐτοῖς εἴη ἂν ἢ παρὰ τὴν τοῦ μὴ ὄντος μετουσίαν.