Ancient Greek
1 to 8
Alexander of Aphrodisias, De anima libri mantissa 1-25-8
Not analysed yet
Περὶ τῆς εἱμαρμένης ἄξιον ἐπισκέψασθαι, τί τέ ἐστι καὶ ἐν τίνι τῶν ὄντων. τὸ μὲν γὰρ εἶναί τι τὴν εἱμαρμένην, ἱκανῶς ἡ κοινὴ τῶν ἀνθρώπων συνίστησιν πρόληψις (ἡ γὰρ φύσις οὐ κενὸν οὐδὲ ἄστοχον· ὁ γὰρ Ἀναξαγόρας οὐκ ἀξιόπιστος ἀντιμαρτυρῶν τῇ κοινῇ δόξῃ· λέγει γὰρ οὗτός γε. μηδὲν εἶναι τὴν εἱμαρμένην ὅλως, ἀλλ’ εἶναι κενὸν τοῦτο τοὔνομα), τί δέ πότ’ ἐστιν καὶ ἐν τίσιν, οὐκέθ’ ἡ τῶν ἀνθρώπων πρόληψις ἱκανὴ τοῦτο μηνῦσαι. οὔτε γὰρ ἀλλήλοις οὔτε αὐτοῖς περὶ τοῦδε συμφωνεῖν δύνανται. πρὸς γὰρ τοὺς καιροὺς καὶ τὰς περιστάσεις καὶ τὴν περὶ τῆς εἱμαρμένης μεταβάλλουσι δόξαν. ποτὲ μὲν γὰρ ἀπαράβατόν τι καὶ ἀναπόδραστον τὴν εἱμαρμένην τίθενται, καὶ πάντα γε τά τε ὄντα καὶ τὰ γιγνόμενα ὑποτάσσουσιν αὐτῇ, ὁτὲ δὲ ἔστιν αὐτῶν καὶ τὸ παρὰ τὴν εἱμαρμένην ἀκοῦσαι πολλάκις λεγόντων, καὶ τὸ παρὰ μοῖραν.